[1]εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ δαυιδ [2]ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου ἐν θλίψει ἐπλάτυνάς μοι οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου [3]υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος διάψαλμα [4]καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν [5]ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε λέγετε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε διάψαλμα [6]θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον [7]πολλοὶ λέγουσιν τίς δείξει ἡμῖν τὰ ἀγαθά ἐσημειώθη ἐφ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου κύριε [8]ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν [9]ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω ὅτι σύ κύριε κατὰ μόνας ἐπ ἐλπίδι κατῴκισάς με
Credit

Source: sacred-texts.org
Top