The Septuagint
LXX
➕
←
Psalms
Psa
49
→
[
1
]
ψαλμὸς
τῷ ασαφ θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν
[
2
]
ἐκ
σιων ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ ὁ θεὸς ἐμφανῶς ἥξει
[
3
]
ὁ
θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται πῦρ ἐναντίον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα
[
4
]
προσκαλέσεται
τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ
[
5
]
συναγάγετε
αὐτῷ τοὺς ὁσίους αὐτοῦ τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις
[
6
]
καὶ
ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ ὅτι ὁ θεὸς κριτής ἐστιν διάψαλμα
[
7
]
ἄκουσον
λαός μου καὶ λαλήσω σοι ισραηλ καὶ διαμαρτύρομαί σοι ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ
[
8
]
οὐκ
ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός
[
9
]
οὐ
δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους
[
10
]
ὅτι
ἐμά ἐστιν πάντα τὰ θηρία τοῦ δρυμοῦ κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες
[
11
]
ἔγνωκα
πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ὡραιότης ἀγροῦ μετ ἐμοῦ ἐστιν
[
12
]
ἐὰν
πεινάσω οὐ μή σοι εἴπω ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς
[
13
]
μὴ
φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι
[
14
]
θῦσον
τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου
[
15
]
καὶ
ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με διάψαλμα
[
16
]
τῷ
δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου
[
17
]
σὺ
δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω
[
18
]
εἰ
ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις
[
19
]
τὸ
στόμα σου ἐπλεόνασεν κακίαν καὶ ἡ γλῶσσά σου περιέπλεκεν δολιότητα
[
20
]
καθήμενος
κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον
[
21
]
ταῦτα
ἐποίησας καὶ ἐσίγησα ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου
[
22
]
σύνετε
δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ μήποτε ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ῥυόμενος
[
23
]
θυσία
αἰνέσεως δοξάσει με καὶ ἐκεῖ ὁδός ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ
Credit
Source:
sacred-texts.org
Top