The Septuagint
LXX
➕
←
Psalms
Psa
56
→
[
1
]
εἰς
τὸ τέλος μὴ διαφθείρῃς τῷ δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου σαουλ εἰς τὸ σπήλαιον
[
2
]
ἐλέησόν
με ὁ θεός ἐλέησόν με ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνομία
[
3
]
κεκράξομαι
πρὸς τὸν θεὸν τὸν ὕψιστον τὸν θεὸν τὸν εὐεργετήσαντά με
[
4
]
ἐξαπέστειλεν
ἐξ οὐρανοῦ καὶ ἔσωσέν με ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με διάψαλμα ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ
[
5
]
καὶ
ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων ἐκοιμήθην τεταραγμένος υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα
[
6
]
ὑψώθητι
ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου
[
7
]
παγίδα
ἡτοίμασαν τοῖς ποσίν μου καὶ κατέκαμψαν τὴν ψυχήν μου ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν διάψαλμα
[
8
]
ἑτοίμη
ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ᾄσομαι καὶ ψαλῶ
[
9
]
ἐξεγέρθητι
ἡ δόξα μου ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου
[
10
]
ἐξομολογήσομαί
σοι ἐν λαοῖς κύριε ψαλῶ σοι ἐν ἔθνεσιν
[
11
]
ὅτι
ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου
[
12
]
ὑψώθητι
ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου
Credit
Source:
sacred-texts.org
Top