The Septuagint
LXX
➕
←
Psalms
Psa
6
→
[
1
]
εἰς
τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ δαυιδ
[
2
]
κύριε
μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
[
3
]
ἐλέησόν
με κύριε ὅτι ἀσθενής εἰμι ἴασαί με κύριε ὅτι ἐταράχθη τὰ ὀστᾶ μου
[
4
]
καὶ
ἡ ψυχή μου ἐταράχθη σφόδρα καὶ σύ κύριε ἕως πότε
[
5
]
ἐπίστρεψον
κύριε ῥῦσαι τὴν ψυχήν μου σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου
[
6
]
ὅτι
οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι
[
7
]
ἐκοπίασα
ἐν τῷ στεναγμῷ μου λούσω καθ ἑκάστην νύκτα τὴν κλίνην μου ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω
[
8
]
ἐταράχθη
ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου
[
9
]
ἀπόστητε
ἀπ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου
[
10
]
εἰσήκουσεν
κύριος τῆς δεήσεώς μου κύριος τὴν προσευχήν μου προσεδέξατο
[
11
]
αἰσχυνθείησαν
καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους
Credit
Source:
sacred-texts.org
Top