The Septuagint
LXX
➕
←
Psalms
Psa
60
→
[
1
]
εἰς
τὸ τέλος ἐν ὕμνοις τῷ δαυιδ
[
2
]
εἰσάκουσον
ὁ θεός τῆς δεήσεώς μου πρόσχες τῇ προσευχῇ μου
[
3
]
ἀπὸ
τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ ὕψωσάς με
[
4
]
ὡδήγησάς
με ὅτι ἐγενήθης ἐλπίς μου πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ
[
5
]
παροικήσω
ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου διάψαλμα
[
6
]
ὅτι
σύ ὁ θεός εἰσήκουσας τῶν εὐχῶν μου ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου
[
7
]
ἡμέρας
ἐφ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς
[
8
]
διαμενεῖ
εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει
[
9
]
οὕτως
ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας
Credit
Source:
sacred-texts.org
Top