The Septuagint
LXX
➕
←
Psalms
Psa
61
→
[
1
]
εἰς
τὸ τέλος ὑπὲρ ιδιθουν ψαλμὸς τῷ δαυιδ
[
2
]
οὐχὶ
τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου παρ αὐτοῦ γὰρ τὸ σωτήριόν μου
[
3
]
καὶ
γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον
[
4
]
ἕως
πότε ἐπιτίθεσθε ἐπ ἄνθρωπον φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ
[
5
]
πλὴν
τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι ἔδραμον ἐν ψεύδει τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο διάψαλμα
[
6
]
πλὴν
τῷ θεῷ ὑποτάγηθι ἡ ψυχή μου ὅτι παρ αὐτοῦ ἡ ὑπομονή μου
[
7
]
ὅτι
αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ μεταναστεύσω
[
8
]
ἐπὶ
τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου ὁ θεὸς τῆς βοηθείας μου καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ
[
9
]
ἐλπίσατε
ἐπ αὐτόν πᾶσα συναγωγὴ λαοῦ ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν ὁ θεὸς βοηθὸς ἡμῶν διάψαλμα
[
10
]
πλὴν
μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό
[
11
]
μὴ
ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν
[
12
]
ἅπαξ
ἐλάλησεν ὁ θεός δύο ταῦτα ἤκουσα
[
13
]
ὅτι
τὸ κράτος τοῦ θεοῦ καὶ σοί κύριε τὸ ἔλεος ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ
Credit
Source:
sacred-texts.org
Top