The Septuagint
LXX
➕
←
Psalms
Psa
67
→
[
1
]
εἰς
τὸ τέλος τῷ δαυιδ ψαλμὸς ᾠδῆς
[
2
]
ἀναστήτω
ὁ θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ
[
3
]
ὡς
ἐκλείπει καπνός ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ
[
4
]
καὶ
οἱ δίκαιοι εὐφρανθήτωσαν ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ τερφθήτωσαν ἐν εὐφροσύνῃ
[
5
]
ᾄσατε
τῷ θεῷ ψάλατε τῷ ὀνόματι αὐτοῦ ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν κύριος ὄνομα αὐτῷ καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ
[
6
]
τοῦ
πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ
[
7
]
ὁ
θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις
[
8
]
ὁ
θεός ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ διάψαλμα
[
9
]
γῆ
ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦτο σινα ἀπὸ προσώπου τοῦ θεοῦ ισραηλ
[
10
]
βροχὴν
ἑκούσιον ἀφοριεῖς ὁ θεός τῇ κληρονομίᾳ σου καὶ ἠσθένησεν σὺ δὲ κατηρτίσω αὐτήν
[
11
]
τὰ
ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὁ θεός
[
12
]
κύριος
δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ
[
13
]
ὁ
βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα
[
14
]
ἐὰν
κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου διάψαλμα
[
15
]
ἐν
τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ αὐτῆς χιονωθήσονται ἐν σελμων
[
16
]
ὄρος
τοῦ θεοῦ ὄρος πῖον ὄρος τετυρωμένον ὄρος πῖον
[
17
]
ἵνα
τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος
[
18
]
τὸ
ἅρμα τοῦ θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων ὁ κύριος ἐν αὐτοῖς ἐν σινα ἐν τῷ ἁγίῳ
[
19
]
ἀνέβης
εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπῳ καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι κύριος ὁ θεὸς εὐλογητός
[
20
]
εὐλογητὸς
κύριος ἡμέραν καθ ἡμέραν κατευοδώσει ἡμῖν ὁ θεὸς τῶν σωτηρίων ἡμῶν διάψαλμα
[
21
]
ὁ
θεὸς ἡμῶν θεὸς τοῦ σῴζειν καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ θανάτου
[
22
]
πλὴν
ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν
[
23
]
εἶπεν
κύριος ἐκ βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης
[
24
]
ὅπως
ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ αὐτοῦ
[
25
]
ἐθεωρήθησαν
αἱ πορεῖαί σου ὁ θεός αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ
[
26
]
προέφθασαν
ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν
[
27
]
ἐν
ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν τὸν κύριον ἐκ πηγῶν ισραηλ
[
28
]
ἐκεῖ
βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες ιουδα ἡγεμόνες αὐτῶν ἄρχοντες ζαβουλων ἄρχοντες νεφθαλι
[
29
]
ἔντειλαι
ὁ θεός τῇ δυνάμει σου δυνάμωσον ὁ θεός τοῦτο ὃ κατειργάσω ἡμῖν
[
30
]
ἀπὸ
τοῦ ναοῦ σου ἐπὶ ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῖς δῶρα
[
31
]
ἐπιτίμησον
τοῖς θηρίοις τοῦ καλάμου ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα
[
32
]
ἥξουσιν
πρέσβεις ἐξ αἰγύπτου αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ
[
33
]
αἱ
βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ θεῷ ψάλατε τῷ κυρίῳ διάψαλμα
[
34
]
ψάλατε
τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως
[
35
]
δότε
δόξαν τῷ θεῷ ἐπὶ τὸν ισραηλ ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις
[
36
]
θαυμαστὸς
ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ θεὸς ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ θεός
Credit
Source:
sacred-texts.org
Top