The Septuagint
LXX
➕
←
Psalms
Psa
8
→
[
1
]
εἰς
τὸ τέλος ὑπὲρ τῶν ληνῶν ψαλμὸς τῷ δαυιδ
[
2
]
κύριε
ὁ κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν
[
3
]
ἐκ
στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν
[
4
]
ὅτι
ὄψομαι τοὺς οὐρανούς ἔργα τῶν δακτύλων σου σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας
[
5
]
τί
ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν
[
6
]
ἠλάττωσας
αὐτὸν βραχύ τι παρ ἀγγέλους δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν
[
7
]
καὶ
κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ
[
8
]
πρόβατα
καὶ βόας πάσας ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου
[
9
]
τὰ
πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης τὰ διαπορευόμενα τρίβους θαλασσῶν
[
10
]
κύριε
ὁ κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ
Credit
Source:
sacred-texts.org
Top