The Septuagint
LXX
➕
←
Psalms
Psa
86
→
[
1
]
τοῖς
υἱοῖς κορε ψαλμὸς ᾠδῆς οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις
[
2
]
ἀγαπᾷ
κύριος τὰς πύλας σιων ὑπὲρ πάντα τὰ σκηνώματα ιακωβ
[
3
]
δεδοξασμένα
ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ θεοῦ διάψαλμα
[
4
]
μνησθήσομαι
ρααβ καὶ βαβυλῶνος τοῖς γινώσκουσίν με καὶ ἰδοὺ ἀλλόφυλοι καὶ τύρος καὶ λαὸς αἰθιόπων οὗτοι ἐγενήθησαν ἐκεῖ
[
5
]
μήτηρ
σιων ἐρεῖ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος
[
6
]
κύριος
διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ διάψαλμα
[
7
]
ὡς
εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί
Credit
Source:
sacred-texts.org
Top