«
The Bishops' Bible (1568)
Bishop
Reconstruction of Eberhard Nestle's Greek NT (1904)
Nestle
[1]And after that I heard a great voyce of much people in heauen, saying Alleluia: Saluation, and glory, and honour, and power, be ascribed to the Lorde our God [1]Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων Ἁλληλουϊά· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν,
[2]For true and ryghteous are his iudgementes, for he hath iudged the great whore which dyd corrupt ye earth with her fornication, and hath auenged the blood of his seruauntes of her hande [2]ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
[3]And agayne they sayde Alleluia: and her smoke rose vp for euermore [3]καὶ δεύτερον εἴρηκαν Ἁλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
[4]And the xxiiij. elders & the foure beastes fell downe, & worshipped God that sate on the throne, saying Amen, Alleluia [4]καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσερα ζῷα, καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες Ἀμήν, Ἁλληλουϊά.
[5]And a voyce came out of the throne, saying: Praise our Lord God all ye that are his seruauntes, & ye that feare hym both small and great [5]καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα Αἰνεῖτε τῷ Θεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
[6]And I hearde the voyce of much people, euen as the voyce of many waters, and as the voyce of strong thundringes, saying, Alleluia: for the Lorde our God omnipotent raigneth [6]Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν Κύριος ὁ Θεός ἡμῶν ὁ Παντοκράτωρ.
[7]Let vs be glad, & reioyce, & geue honor to hym: for the mariage of the lambe is come, & his wyfe made her selfe redy [7]χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ Ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν,
[8]And to her was graunted that she should be arayed with pure and goodly raynes: For the raynes is the ryghteousnes of saintes [8]καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.
[9]And he sayde vnto me, write: Happy are they which are called vnto the supper of the lambes mariage. And he said vnto me: These are the true sayinges of God [9]Καὶ λέγει μοι Γράψον Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ Ἀρνίου κεκλημένοι. καὶ λέγει μοι Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσιν.
[10]And I fell at his feete to worship him. And he saide vnto me: See thou do it not, for I am thy felowe seruaunt, and of thy brethren, euen of them that haue the testimonie of Iesus. Worship God: For the testimonie of Iesus, is the spirite of prophesie [10]καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.
[11]And I sawe heauen open, & beholde a white horse, and he that sate vpon him was called faythfull and true, and in ryghteousnesse he doth iudge and make battayle [11]Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν καλούμενος Πιστὸς καὶ Ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.
[12]His eyes were as a flambe of fire, and on his head were many crownes, and he had a name written, that no man knewe but he hym selfe [12]οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
[13]And he was clothed with a vesture dipt in blood, and his name is called the worde of God [13]καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ.
[14]And the warryers which were in heauen folowed hym vppon whyte horses, clothed with whyte and pure raynes [14]καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
[15]And out of his mouth went a sharpe sworde, that with it he shoulde smyte the heathen: and he shall rule the with a rodde of yron. And he trode the winefat of fiercenesse and wrath of almightie God [15]καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ Παντοκράτορος.
[16]And hath on his vesture and on his thygh a name written, King of kinges, and Lorde of lordes [16]καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ.
[17]And I sawe an angell stande in the sunne, and he cryed with a loude voyce, saying to all the fowles that flee by the myddes of heauen: Come, and gather your selues together vnto the supper of the great God [17]Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,
[18]That ye may eate the fleshe of kinges, and the fleshe of hye capitaynes, and the fleshe of myghtie men, and the fleshe of horses and of them that syt on them, and the fleshe of all free men, and bonde men, and of small and great [18]ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.
[19]And I sawe the beast, and the kinges of the earth, and their warryers gathered together, to make battayle agaynst hym that sate on the horse, and agaynst his souldyers [19]Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
[20]And the beast was taken, and with hym that false prophete that wrought miracles before hym, with which he deceaued them that receaued the beastes marke, and them that worshipped his image. These both were cast quicke into a ponde of fire, burnyng with brymstone [20]καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετ’ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ.
[21]And the remnaunt were slayne with the sworde of hym that sate vppon the horse, whiche sworde proceaded out of his mouth, and all the fowles were fylled with their fleshe [21]καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
Source: studybible.org
Author: Eberhard Nestle (1851–1913)
Source: www.hagiascriptura.com

See information...
Top