The Septuagint
LXX
➕
←
Sirach
Sir
11
→
[
1
]
σοφία
ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν
[
2
]
μὴ
αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ
[
3
]
μικρὰ
ἐν πετεινοῖς μέλισσα καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς
[
4
]
ἐν
περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου ὅτι θαυμαστὰ τὰ ἔργα κυρίου καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις
[
5
]
πολλοὶ
τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους ὁ δὲ ἀνυπονόητος ἐφόρεσεν διάδημα
[
6
]
πολλοὶ
δυνάσται ἠτιμάσθησαν σφόδρα καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων
[
7
]
πρὶν
ἐξετάσῃς μὴ μέμψῃ νόησον πρῶτον καὶ τότε ἐπιτίμα
[
8
]
πρὶν
ἢ ἀκοῦσαι μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου
[
9
]
περὶ
πράγματος οὗ οὐκ ἔστιν σοι χρεία μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε
[
10
]
τέκνον
μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου ἐὰν πληθύνῃς οὐκ ἀθῳωθήσῃ καὶ ἐὰν διώκῃς οὐ μὴ καταλάβῃς καὶ οὐ μὴ ἐκφύγῃς διαδράς
[
11
]
ἔστιν
κοπιῶν καὶ πονῶν καὶ σπεύδων καὶ τόσῳ μᾶλλον ὑστερεῖται
[
12
]
ἔστιν
νωθρὸς προσδεόμενος ἀντιλήμψεως ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει καὶ οἱ ὀφθαλμοὶ κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ
[
13
]
καὶ
ἀνύψωσεν κεφαλὴν αὐτοῦ καὶ ἀπεθαύμασαν ἐπ αὐτῷ πολλοί
[
14
]
ἀγαθὰ
καὶ κακά ζωὴ καὶ θάνατος πτωχεία καὶ πλοῦτος παρὰ κυρίου ἐστίν
[
17
]
δόσις
κυρίου παραμένει εὐσεβέσιν καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται
[
18
]
ἔστιν
πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ
[
19
]
ἐν
τῷ εἰπεῖν αὐτόν εὗρον ἀνάπαυσιν καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται
[
20
]
στῆθι
ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι
[
21
]
μὴ
θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου ὅτι κοῦφον ἐν ὀφθαλμοῖς κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα
[
22
]
εὐλογία
κυρίου ἐν μισθῷ εὐσεβοῦς καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ
[
23
]
μὴ
εἴπῃς τίς ἐστίν μου χρεία καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά
[
24
]
μὴ
εἴπῃς αὐτάρκη μοί ἐστιν καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι
[
25
]
ἐν
ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν
[
26
]
ὅτι
κοῦφον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ
[
27
]
κάκωσις
ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ
[
28
]
πρὸ
τελευτῆς μὴ μακάριζε μηδένα καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ
[
29
]
μὴ
πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου
[
30
]
πέρδιξ
θηρευτὴς ἐν καρτάλλῳ οὕτως καρδία ὑπερηφάνου καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν
[
31
]
τὰ
γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον
[
32
]
ἀπὸ
σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει
[
33
]
πρόσεχε
ἀπὸ κακούργου πονηρὰ γὰρ τεκταίνει μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι
[
34
]
ἐνοίκισον
ἀλλότριον καὶ διαστρέψει σε ἐν ταραχαῖς καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου
Credit
Source:
sacred-texts.org
Top