The Septuagint
LXX
➕
←
Sirach
Sir
28
→
[
1
]
ὁ
ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει
[
2
]
ἄφες
ἀδίκημα τῷ πλησίον σου καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται
[
3
]
ἄνθρωπος
ἀνθρώπῳ συντηρεῖ ὀργήν καὶ παρὰ κυρίου ζητεῖ ἴασιν
[
4
]
ἐπ
ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται
[
5
]
αὐτὸς
σὰρξ ὢν διατηρεῖ μῆνιν τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ
[
6
]
μνήσθητι
τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων καταφθορὰν καὶ θάνατον καὶ ἔμμενε ἐντολαῖς
[
7
]
μνήσθητι
ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν
[
8
]
ἀπόσχου
ἀπὸ μάχης καὶ ἐλαττώσεις ἁμαρτίας ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην
[
9
]
καὶ
ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν
[
10
]
κατὰ
τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ
[
11
]
ἔρις
κατασπευδομένη ἐκκαίει πῦρ καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα
[
12
]
ἐὰν
φυσήσῃς εἰς σπινθῆρα ἐκκαήσεται καὶ ἐὰν πτύσῃς ἐπ αὐτόν σβεσθήσεται καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται
[
13
]
ψίθυρον
καὶ δίγλωσσον καταράσασθε πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν
[
14
]
γλῶσσα
τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν
[
15
]
γλῶσσα
τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν
[
16
]
ὁ
προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν οὐδὲ κατασκηνώσει μεθ ἡσυχίας
[
17
]
πληγὴ
μάστιγος ποιεῖ μώλωπα πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ
[
18
]
πολλοὶ
ἔπεσαν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν
[
19
]
μακάριος
ὁ σκεπασθεὶς ἀπ αὐτῆς ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη
[
20
]
ὁ
γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι
[
21
]
θάνατος
πονηρὸς ὁ θάνατος αὐτῆς καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς
[
22
]
οὐ
μὴ κρατήσῃ εὐσεβῶν καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται
[
23
]
οἱ
καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς
[
24
]
ἰδὲ
περίφραξον τὸ κτῆμά σου ἀκάνθαις τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον
[
25
]
καὶ
τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν
[
26
]
πρόσεχε
μήπως ὀλίσθῃς ἐν αὐτῇ μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος
Credit
Source:
sacred-texts.org
Top