«
Jewish Publication Society (1917)
JPS
The Septuagint
LXX
[No book] [1]τῷ φοβουμένῳ κύριον οὐκ ἀπαντήσει κακόν ἀλλ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται
[No book] [2]ἀνὴρ σοφὸς οὐ μισήσει νόμον ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον
[No book] [3]ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων
[No book] [4]ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ σύνδησον παιδείαν καὶ ἀποκρίθητι
[No book] [5]τροχὸς ἁμάξης σπλάγχνα μωροῦ καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ
[No book] [6]ἵππος εἰς ὀχείαν ὡς φίλος μωκός ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει
[No book] [7]διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ ἡλίου
[No book] [8]ἐν γνώσει κυρίου διεχωρίσθησαν καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς
[No book] [9]ἀπ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν
[No book] [10]καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους καὶ ἐκ γῆς ἐκτίσθη αδαμ
[No book] [11]ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν
[No book] [12]ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν ἀπ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν
[No book] [13]ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ
[No book] [14]ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός
[No book] [15]καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου δύο δύο ἓν κατέναντι τοῦ ἑνός
[No book] [16]κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητῶν
[No book] [17]ἐν εὐλογίᾳ κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν
[No book] [18]κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν
[No book] [19]ἀκούσατέ μου μεγιστᾶνες λαοῦ καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε
[No book] [20]υἱῷ καὶ γυναικί ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν
[No book] [21]ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί μὴ ἀλλάξῃς σεαυτὸν ἐν πάσῃ σαρκί
[No book] [22]κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου
[No book] [23]ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου
[No book] [24]ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν
[No book] [25]χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ
[No book] [26]ἔργασαι ἐν παιδί καὶ εὑρήσεις ἀνάπαυσιν ἄνες χεῖρας αὐτῷ καὶ ζητήσει ἐλευθερίαν
[No book] [27]ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι
[No book] [28]ἔμβαλε αὐτὸν εἰς ἐργασίαν ἵνα μὴ ἀργῇ πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία
[No book] [29]εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ κἂν μὴ πειθαρχῇ βάρυνον τὰς πέδας αὐτοῦ
[No book] [30]καὶ μὴ περισσεύσῃς ἐπὶ πάσῃ σαρκὶ καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν
[No book] [31]εἰ ἔστιν σοι οἰκέτης ἔστω ὡς σύ ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν
[No book] [32]εἰ ἔστιν σοι οἰκέτης ἄγε αὐτὸν ὡς ἀδελφόν ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῷ
[No book] [33]ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν
Translation: Jewish Publication Society (1917)
See information...
Source: sacred-texts.org
Top