|
|
| [1]ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς |
[No book] |
| [2]ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως |
[No book] |
| [3]εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας |
[No book] |
| [4]μὴ ὀφθῇς ἐν προσώπῳ κυρίου κενός πάντα γὰρ ταῦτα χάριν ἐντολῆς |
[No book] |
| [5]προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίστου |
[No book] |
| [6]θυσία ἀνδρὸς δικαίου δεκτή καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται |
[No book] |
| [7]ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου |
[No book] |
| [8]ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην |
[No book] |
| [9]δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ εὕρεμα χειρός |
[No book] |
| [10]ὅτι κύριος ἀνταποδιδούς ἐστιν καὶ ἑπταπλάσια ἀνταποδώσει σοι |
[No book] |
| [11]μὴ δωροκόπει οὐ γὰρ προσδέξεται καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ |
[No book] |
| [12]ὅτι κύριος κριτής ἐστιν καὶ οὐκ ἔστιν παρ αὐτῷ δόξα προσώπου |
[No book] |
| [13]οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται |
[No book] |
| [14]οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν |
[No book] |
| [15]οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά |
[No book] |
| [16]θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει |
[No book] |
| [17]προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν καὶ ἕως συνεγγίσῃ οὐ μὴ παρακληθῇ |
[No book] |
| [18]καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν |
[No book] |
| [19]καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσῃ ἐπ αὐτοῖς |
[No book] |
| [20]ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν |
[No book] |
| [21]ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει |
[No book] |
| [22]ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν |
[No book] |
| [23]ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ |
[No book] |
| [24]ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας |
[No book] |