[1]ἐλέησον ἡμᾶς δέσποτα ὁ θεὸς πάντων καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη [2]ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια καὶ ἰδέτωσαν τὴν δυναστείαν σου [3]ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς [4]καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ κύριε [5]ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια δόξασον χεῖρα καὶ βραχίονα δεξιόν [6]ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν [7]σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου [8]ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν [9]σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων οὐκ ἔστιν πλὴν ἡμῶν [10]συνάγαγε πάσας φυλὰς ιακωβ καὶ κατακληρονόμησον αὐτοὺς καθὼς ἀπ ἀρχῆς [11]ἐλέησον λαόν κύριε κεκλημένον ἐπ ὀνόματί σου καὶ ισραηλ ὃν πρωτογόνῳ ὡμοίωσας [12]οἰκτίρησον πόλιν ἁγιάσματός σου ιερουσαλημ τόπον καταπαύματός σου [13]πλῆσον σιων ἀρεταλογίας σου καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου [14]δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου καὶ ἔγειρον προφητείας τὰς ἐπ ὀνόματί σου [15]δὸς μισθὸν τοῖς ὑπομένουσίν σε καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν [16]εἰσάκουσον κύριε δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν ααρων περὶ τοῦ λαοῦ σου [17]καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι κύριος εἶ ὁ θεὸς τῶν αἰώνων [18]πᾶν βρῶμα φάγεται κοιλία ἔστιν δὲ βρῶμα βρώματος κάλλιον [19]φάρυγξ γεύεται βρώματα θήρας οὕτως καρδία συνετὴ λόγους ψευδεῖς [20]καρδία στρεβλὴ δώσει λύπην καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ [21]πάντα ἄρρενα ἐπιδέξεται γυνή ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρείσσων [22]κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει [23]εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ υἱοὺς ἀνθρώπων [24] κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως βοηθὸν κατ αὐτὸν καὶ στῦλον ἀναπαύσεως [25]οὗ οὐκ ἔστιν φραγμός διαρπαγήσεται κτῆμα καὶ οὗ οὐκ ἔστιν γυνή στενάξει πλανώμενος [26]τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν [27]οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ
Credit

Source: sacred-texts.org
Top