The Septuagint
LXX
➕
←
Sirach
Sir
40
→
[
1
]
ἀσχολία
μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς αδαμ ἀφ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων
[
2
]
τοὺς
διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας ἐπίνοια προσδοκίας ἡμέρα τελευτῆς
[
3
]
ἀπὸ
καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ
[
4
]
ἀπὸ
φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις
[
5
]
καὶ
ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ
[
6
]
ὀλίγον
ὡς οὐδὲν ἐν ἀναπαύσει καὶ ἀπ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου
[
7
]
ἐν
καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον
[
8
]
μετὰ
πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα
[
9
]
θάνατος
καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία ἐπαγωγαί λιμὸς καὶ σύντριμμα καὶ μάστιξ
[
10
]
ἐπὶ
τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα καὶ δι αὐτοὺς ἐγένετο ὁ κατακλυσμός
[
11
]
πάντα
ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει
[
12
]
πᾶν
δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται
[
13
]
χρήματα
ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει
[
14
]
ἐν
τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν
[
15
]
ἔκγονα
ἀσεβῶν οὐ πληθυνεῖ κλάδους καὶ ῥίζαι ἀκάθαρτοι ἐπ ἀκροτόμου πέτρας
[
16
]
ἄχι
ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται
[
17
]
χάρις
ὡς παράδεισος ἐν εὐλογίαις καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ
[
18
]
ζωὴ
αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν
[
19
]
τέκνα
καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται
[
20
]
οἶνος
καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας
[
21
]
αὐλὸς
καὶ ψαλτήριον ἡδύνουσιν μέλη καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα
[
22
]
χάριν
καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου
[
23
]
φίλος
καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός
[
24
]
ἀδελφοὶ
καὶ βοήθεια εἰς καιρὸν θλίψεως καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται
[
25
]
χρυσίον
καὶ ἀργύριον ἐπιστήσουσιν πόδα καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται
[
26
]
χρήματα
καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν
[
27
]
φόβος
κυρίου ὡς παράδεισος εὐλογίας καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν
[
28
]
τέκνον
ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν
[
29
]
ἀνὴρ
βλέπων εἰς τράπεζαν ἀλλοτρίαν οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται
[
30
]
ἐν
στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται
Credit
Source:
sacred-texts.org
Top