|
|
| [1]μὴ ποίει κακά καὶ οὐ μή σε καταλάβῃ κακόν |
[No book] |
| [2]ἀπόστηθι ἀπὸ ἀδίκου καὶ ἐκκλινεῖ ἀπὸ σοῦ |
[No book] |
| [3]υἱέ μὴ σπεῖρε ἐπ αὔλακας ἀδικίας καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλασίως |
[No book] |
| [4]μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης |
[No book] |
| [5]μὴ δικαιοῦ ἔναντι κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου |
[No book] |
| [6]μὴ ζήτει γενέσθαι κριτής μὴ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου |
[No book] |
| [7]μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ |
[No book] |
| [8]μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ |
[No book] |
| [9]μὴ εἴπῃς τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται |
[No book] |
| [10]μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς |
[No book] |
| [11]μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν |
[No book] |
| [12]μὴ ἀροτρία ψεῦδος ἐπ ἀδελφῷ σου μηδὲ φίλῳ τὸ ὅμοιον ποίει |
[No book] |
| [13]μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν |
[No book] |
| [14]μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου |
[No book] |
| [15]μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην |
[No book] |
| [16]μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ |
[No book] |
| [17]ταπείνωσον σφόδρα τὴν ψυχήν σου ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ |
[No book] |
| [18]μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ σουφιρ |
[No book] |
| [19]μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον |
[No book] |
| [20]μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ |
[No book] |
| [21]οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή μὴ στερήσῃς αὐτὸν ἐλευθερίας |
[No book] |
| [22]κτήνη σοί ἐστιν ἐπισκέπτου αὐτά καὶ εἰ ἔστιν σοι χρήσιμα ἐμμενέτω σοι |
[No book] |
| [23]τέκνα σοί ἐστιν παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν |
[No book] |
| [24]θυγατέρες σοί εἰσιν πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου |
[No book] |
| [25]ἔκδου θυγατέρα καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν |
[No book] |
| [26]γυνή σοί ἐστιν κατὰ ψυχήν μὴ ἐκβάλῃς αὐτήν καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν |
[No book] |
| [27]ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ |
[No book] |
| [28]μνήσθητι ὅτι δι αὐτῶν ἐγεννήθης καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί |
[No book] |
| [29]ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε |
[No book] |
| [30]ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς |
[No book] |
| [31]φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων |
[No book] |
| [32]καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου ἵνα τελειωθῇ ἡ εὐλογία σου |
[No book] |
| [33]χάρις δόματος ἔναντι παντὸς ζῶντος καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν |
[No book] |
| [34]μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον |
[No book] |
| [35]μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ |
[No book] |
| [36]ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις |
[No book] |