[1]μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ [2]μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν [3]μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα [4]μὴ πρόσπαιζε ἀπαιδεύτῳ ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου [5]μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις [6]μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν [7]μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ μνήσθητι ὅτι πάντες τελευτῶμεν [8]μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου ὅτι παρ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν [9]μὴ ἀστόχει διηγήματος γερόντων καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν ὅτι παρ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν [10]μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ [11]μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου [12]μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου καὶ ἐὰν δανείσῃς ὡς ἀπολωλεκὼς γίνου [13]μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου καὶ ἐὰν ἐγγυήσῃ ὡς ἀποτείσων φρόντιζε [14]μὴ δικάζου μετὰ κριτοῦ κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ [15]μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ ἵνα μὴ βαρύνηται κατὰ σοῦ αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ [16]μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ αὐτοῦ τὴν ἔρημον ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε [17]μετὰ μωροῦ μὴ συμβουλεύου οὐ γὰρ δυνήσεται λόγον στέξαι [18]ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν οὐ γὰρ γινώσκεις τί τέξεται [19]παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν καὶ μὴ ἀναφερέτω σοι χάριν
Credit

Source: sacred-texts.org
Top