The Septuagint
LXX
➕
←
Songs of Solomon
SoS
7
→
[
1
]
ἐπίστρεφε
ἐπίστρεφε ἡ σουλαμῖτις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τῇ σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν
[
2
]
τί
ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ ναδαβ ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου
[
3
]
ὀμφαλός
σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις
[
4
]
δύο
μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος
[
5
]
τράχηλός
σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν εσεβων ἐν πύλαις θυγατρὸς πολλῶν μυκτήρ σου ὡς πύργος τοῦ λιβάνου σκοπεύων πρόσωπον δαμασκοῦ
[
6
]
κεφαλή
σου ἐπὶ σὲ ὡς κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς
[
7
]
τί
ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαῖς σου
[
8
]
τοῦτο
μέγεθός σου ὡμοιώθη τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν
[
9
]
εἶπα
ἀναβήσομαι ἐν τῷ φοίνικι κρατήσω τῶν ὕψεων αὐτοῦ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα
[
10
]
καὶ
λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν
[
11
]
ἐγὼ
τῷ ἀδελφιδῷ μου καὶ ἐπ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ
[
12
]
ἐλθέ
ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθῶμεν ἐν κώμαις
[
13
]
ὀρθρίσωμεν
εἰς ἀμπελῶνας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκεῖ δώσω τοὺς μαστούς μου σοί
[
14
]
οἱ
μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι
Credit
Source:
sacred-texts.org
Top