|
[1]εἰς διαιρέσεις τῶν πυλῶν υἱοῖς κορεϊμ μοσολλαμια υἱὸς κωρη ἐκ τῶν υἱῶν αβιασαφ |
[No book] |
[2]καὶ τῷ μοσολλαμια υἱοί ζαχαριας ὁ πρωτότοκος ιδιηλ ὁ δεύτερος ζαβαδιας ὁ τρίτος ιεθνουηλ ὁ τέταρτος |
[No book] |
[3]ωλαμ ὁ πέμπτος ιωαναν ὁ ἕκτος ελιωηναι ὁ ἕβδομος |
[No book] |
[4]καὶ τῷ αβδεδομ υἱοί σαμαιας ὁ πρωτότοκος ιωζαβαδ ὁ δεύτερος ιωαα ὁ τρίτος σωχαρ ὁ τέταρτος ναθαναηλ ὁ πέμπτος |
[No book] |
[5]αμιηλ ὁ ἕκτος ισσαχαρ ὁ ἕβδομος φολλαθι ὁ ὄγδοος ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός |
[No book] |
[6]καὶ τῷ σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ ὅτι δυνατοὶ ἦσαν |
[No book] |
[7]υἱοὶ σαμαια γοθνι καὶ ραφαηλ καὶ ωβηδ καὶ ελζαβαδ καὶ αχιου υἱοὶ δυνατοί ελιου καὶ σαβχια καὶ ισβακωμ |
[No book] |
[8]πάντες ἀπὸ τῶν υἱῶν αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ οἱ πάντες ἑξήκοντα δύο τῷ αβδεδομ |
[No book] |
[9]καὶ τῷ μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί |
[No book] |
[10]καὶ τῷ ωσα τῶν υἱῶν μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν ὅτι οὐκ ἦν πρωτότοκος καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα |
[No book] |
[11]τῆς διαιρέσεως τῆς δευτέρας ταβλαι ὁ τρίτος ζαχαριας ὁ τέταρτος πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ ωσα τρισκαίδεκα |
[No book] |
[12]τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου |
[No book] |
[13]καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα |
[No book] |
[14]καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ σαλαμια καὶ ζαχαρια υἱοὶ ιωας τῷ μελχια ἔβαλον κλήρους καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ |
[No book] |
[15]τῷ αβδεδομ νότον κατέναντι οἴκου εσεφιν |
[No book] |
[16]εἰς δεύτερον τῷ ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως φυλακὴ κατέναντι φυλακῆς |
[No book] |
[17]πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν βορρᾶ τῆς ἡμέρας τέσσαρες νότον τῆς ἡμέρας τέσσαρες καὶ εἰς τὸ εσεφιν δύο |
[No book] |
[18]εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους |
[No book] |
[19]αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς κορε καὶ τοῖς υἱοῖς μεραρι |
[No book] |
[20]καὶ οἱ λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων |
[No book] |
[21]υἱοὶ λαδαν υἱοὶ τῷ γηρσωνι τῷ λαδαν ἄρχοντες πατριῶν τῷ λαδαν τῷ γηρσωνι ιιηλ |
[No book] |
[22]καὶ υἱοὶ ιιηλ ζεθομ καὶ ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου |
[No book] |
[23]τῷ αμβραμ καὶ ισσααρ χεβρων καὶ οζιηλ |
[No book] |
[24]καὶ σουβαηλ ὁ τοῦ γηρσαμ τοῦ μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν |
[No book] |
[25]καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ ελιεζερ ρααβιας υἱὸς καὶ ιωσαιας καὶ ιωραμ καὶ ζεχρι καὶ σαλωμωθ |
[No book] |
[26]αὐτὸς σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων οὓς ἡγίασεν δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως |
[No book] |
[27]ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ |
[No book] |
[28]καὶ ἐπὶ πάντων τῶν ἁγίων σαμουηλ τοῦ προφήτου καὶ σαουλ τοῦ κις καὶ αβεννηρ τοῦ νηρ καὶ ιωαβ τοῦ σαρουια πᾶν ὃ ἡγίασαν διὰ χειρὸς σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ |
[No book] |
[29]τῷ ισσαρι χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν |
[No book] |
[30]τῷ χεβρωνι ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ ισραηλ πέραν τοῦ ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως |
[No book] |
[31]τοῦ χεβρωνι ιουδιας ὁ ἄρχων τῶν χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν ιαζηρ τῆς γαλααδίτιδος |
[No book] |
[32]καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν καὶ κατέστησεν αὐτοὺς δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ ρουβηνι καὶ γαδδι καὶ ἡμίσους φυλῆς μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως |
[No book] |