«
Peshitta NT (1905)
PesNT(1905)
The Septuagint
LXX
[No book] [1]εἰς διαιρέσεις τῶν πυλῶν υἱοῖς κορεϊμ μοσολλαμια υἱὸς κωρη ἐκ τῶν υἱῶν αβιασαφ
[No book] [2]καὶ τῷ μοσολλαμια υἱοί ζαχαριας ὁ πρωτότοκος ιδιηλ ὁ δεύτερος ζαβαδιας ὁ τρίτος ιεθνουηλ ὁ τέταρτος
[No book] [3]ωλαμ ὁ πέμπτος ιωαναν ὁ ἕκτος ελιωηναι ὁ ἕβδομος
[No book] [4]καὶ τῷ αβδεδομ υἱοί σαμαιας ὁ πρωτότοκος ιωζαβαδ ὁ δεύτερος ιωαα ὁ τρίτος σωχαρ ὁ τέταρτος ναθαναηλ ὁ πέμπτος
[No book] [5]αμιηλ ὁ ἕκτος ισσαχαρ ὁ ἕβδομος φολλαθι ὁ ὄγδοος ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός
[No book] [6]καὶ τῷ σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ ὅτι δυνατοὶ ἦσαν
[No book] [7]υἱοὶ σαμαια γοθνι καὶ ραφαηλ καὶ ωβηδ καὶ ελζαβαδ καὶ αχιου υἱοὶ δυνατοί ελιου καὶ σαβχια καὶ ισβακωμ
[No book] [8]πάντες ἀπὸ τῶν υἱῶν αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ οἱ πάντες ἑξήκοντα δύο τῷ αβδεδομ
[No book] [9]καὶ τῷ μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί
[No book] [10]καὶ τῷ ωσα τῶν υἱῶν μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν ὅτι οὐκ ἦν πρωτότοκος καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα
[No book] [11]τῆς διαιρέσεως τῆς δευτέρας ταβλαι ὁ τρίτος ζαχαριας ὁ τέταρτος πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ ωσα τρισκαίδεκα
[No book] [12]τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου
[No book] [13]καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα
[No book] [14]καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ σαλαμια καὶ ζαχαρια υἱοὶ ιωας τῷ μελχια ἔβαλον κλήρους καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ
[No book] [15]τῷ αβδεδομ νότον κατέναντι οἴκου εσεφιν
[No book] [16]εἰς δεύτερον τῷ ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως φυλακὴ κατέναντι φυλακῆς
[No book] [17]πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν βορρᾶ τῆς ἡμέρας τέσσαρες νότον τῆς ἡμέρας τέσσαρες καὶ εἰς τὸ εσεφιν δύο
[No book] [18]εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους
[No book] [19]αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς κορε καὶ τοῖς υἱοῖς μεραρι
[No book] [20]καὶ οἱ λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων
[No book] [21]υἱοὶ λαδαν υἱοὶ τῷ γηρσωνι τῷ λαδαν ἄρχοντες πατριῶν τῷ λαδαν τῷ γηρσωνι ιιηλ
[No book] [22]καὶ υἱοὶ ιιηλ ζεθομ καὶ ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου
[No book] [23]τῷ αμβραμ καὶ ισσααρ χεβρων καὶ οζιηλ
[No book] [24]καὶ σουβαηλ ὁ τοῦ γηρσαμ τοῦ μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν
[No book] [25]καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ ελιεζερ ρααβιας υἱὸς καὶ ιωσαιας καὶ ιωραμ καὶ ζεχρι καὶ σαλωμωθ
[No book] [26]αὐτὸς σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων οὓς ἡγίασεν δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως
[No book] [27]ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ
[No book] [28]καὶ ἐπὶ πάντων τῶν ἁγίων σαμουηλ τοῦ προφήτου καὶ σαουλ τοῦ κις καὶ αβεννηρ τοῦ νηρ καὶ ιωαβ τοῦ σαρουια πᾶν ὃ ἡγίασαν διὰ χειρὸς σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ
[No book] [29]τῷ ισσαρι χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν
[No book] [30]τῷ χεβρωνι ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ ισραηλ πέραν τοῦ ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως
[No book] [31]τοῦ χεβρωνι ιουδιας ὁ ἄρχων τῶν χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν ιαζηρ τῆς γαλααδίτιδος
[No book] [32]καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν καὶ κατέστησεν αὐτοὺς δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ ρουβηνι καὶ γαδδι καὶ ἡμίσους φυλῆς μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως
Source: sacred-texts.org
Top