«
Patriarchal Greek NT (1904)
Patr
The Bishops' Bible (1568)
Bishop
[1]Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾿ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. [1]And I coulde not speake vnto you brethren, as vnto spirituall, but as vnto carnall [eue] as vnto babes in Christe
[2]γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα. οὔπω γὰρ ἠδύνασθε. ἀλλ᾿ οὔτε ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε. [2]I gaue you mylke to drynke, and not meate: For ye then were not stronge, neither are ye as yet
[3]ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; [3]For ye are carnal. Seing then, there is among you enuying, & stryfe, and sectes, are ye not carnall, and walke as men
[4]ὅταν γὰρ λέγῃ τις, ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δὲ ἐγὼ ᾿Απολλώ, οὐχὶ σαρκικοί ἐστε; [4]For whyle one sayth, I am of Paul, and another, I am of Apollo, are ye not carnall
[5]Τίς οὖν ἐστι Παῦλος, τίς δὲ ᾿Απολλὼς ἀλλ᾿ ἢ διάκονοι δι᾿ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν; [5]What is Paul? what is Apollo? Only ministers are they by whom ye beleued, euen as the Lorde gaue to euery man
[6]ἐγὼ ἐφύτευσα, ᾿Απολλὼς ἐπότισεν, ἀλλ᾿ ὁ Θεὸς ηὔξανεν· [6]I haue planted, Apollo watered: but God gaue the encrease
[7]ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ᾿ ὁ αὐξάνων Θεός. [7]So then, neither is he that planteth any thyng, neither he that watreth: but God that geueth the encrease
[8]ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. [8]He that planteth, & he that watreth, are one, and euery man shal receaue his rewarde accordyng to his labour
[9]Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. [9]For we together are Gods labourers, ye are Gods husbandrie [ye are] Gods buyldyng
[10]Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· [10]Accordyng to the grace of God geuen vnto me, as a wise maister builder haue I layde the foundation, and another buyldeth theron. But let euery man take heede howe he buyldeth vpon
[11]θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ᾿Ιησοῦς Χριστός. [11]For other foundation can no man lay, then that that is layde, which is Iesus Christe
[12]εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, [12]If any man buylde on this foundation, golde, syluer, precious stones, tymber, haye [or] stubble
[13]ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. [13]Euery mans worke shal appeare. The day shall declare it, because it shalbe reuealed by the fire: And the fire shall trie euery mans worke what it is
[14]εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· [14]If any mans worke that he hath built vpon abyde, he shall receaue a reward
[15]εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. [15]If any mans worke burne, he shall suffer losse, but he shalbe safe hym selfe: neuertheles, yet as it were through fire
[16]Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; [16]Knowe ye not that ye are the temple of God, and that the spirite of God dwelleth in you
[17]εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. [17]If any man defyle the temple of God, hym shall God destroy. For the temple of God is holy, which [temple] ye are
[18]Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. [18]Let no man deceaue him selfe. Yf any man among you seeme to be wise in this worlde, let hym be a foole, that he may be wyse
[19]ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. [19]For the wisedome of this worlde, is foolishnesse with God. For it is writte: He compasseth the wise in their own craftynesse
[20]καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. [20]And agayne The Lorde knoweth the thoughtes of the wyse, that they be vayne
[21]ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, [21]Therfore, let no man reioyce in men: For all thynges are yours
[22]εἴτε Παῦλος εἴτε ᾿Απολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν, [22]Whether it be Paul, or Apollo, or Cephas, either the worlde, either lyfe, or death, whether they be present thinges, or thynges to come, all are yours
[23]ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. [23]And ye are Christes, and Christe (is) Gods
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Source: studybible.org
Top