«
SBL Greek NT (2010)
SBL
Wycliffe's English Translation (1388)
Wyc
[1]Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ⸂λαλῆσαι ὑμῖν⸃ ὡς πνευματικοῖς ἀλλʼ ὡς ⸀σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. [1]And Y, britheren, myyte not speke to you as to spiritual men, but as to fleischli men;
[2]γάλα ὑμᾶς ἐπότισα, ⸀οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλʼ ⸀οὐδὲ ἔτι νῦν δύνασθε, [2]as to litle children in Crist, Y yaf to you mylk drynke, not mete; for ye myyten not yit, nether ye moun now, for yit ye ben fleischli.
[3]ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ⸀ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; [3]For while strijf is among you, whether ye ben not fleischli, and ye gon aftir man?
[4]ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, ⸂οὐκ ἄνθρωποί⸃ ἐστε; [4]For whanne summe seith, Y am of Poul, another, But Y am of Apollo, whethir ye ben not men? What therfor is Apollo, and what Poul?
[5]⸀Τί οὖν ἐστιν ⸂Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος⸃; ⸀διάκονοι διʼ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν. [5]Thei ben mynystris of hym, to whom ye han bileuyd; and to ech man as God hath youun.
[6]ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν· [6]Y plauntide, Apollo moystide, but God yaf encreessyng.
[7]ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλʼ ὁ αὐξάνων θεός. [7]Therfor nether he that plauntith is ony thing, nethir he that moistith, but God that yiueth encreessyng.
[8]ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον, [8]And he that plauntith, and he that moistith, ben oon; and ech schal take his owne mede, aftir his trauel.
[9]θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε. [9]For we ben the helperis of God; ye ben the erthetiliyng of God, ye ben the bildyng of God.
[10]Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ⸀ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· [10]Aftir the grace `of God that is youun to me, as a wise maistir carpenter Y settide the foundement; and another bildith aboue. But ech man se, hou he bildith aboue.
[11]θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· [11]For no man may sette another foundement, outtakun that that is sett, which is Crist Jhesus.
[12]εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν ⸀θεμέλιον ⸂χρυσόν, ἄργυρον⸃, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, [12]For if ony bildith ouer this foundement, gold, siluer, preciouse stoonys, stickis, hey, or stobil, euery mannus werk schal be open;
[13]ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ ⸀αὐτὸ δοκιμάσει. [13]for the dai of the Lord schal declare, for it schal be schewid in fier; the fier schal preue the werk of ech man, what maner werk it is.
[14]εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· [14]If the werk of ony man dwelle stille, which he bildide aboue, he schal resseyue mede.
[15]εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. [15]If ony mannus werk brenne, he schal suffre harm; but he schal be saaf, so netheles as bi fier.
[16]Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ ⸂οἰκεῖ ἐν ὑμῖν⸃; [16]Witen ye not, that ye ben the temple of God, and the spirit of God dwellith in you?
[17]εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. [17]And if ony defoulith the temple of God, God schal leese hym; for the temple of God is hooli, which ye ben.
[18]Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός, [18]No man disseyue hym silf. If ony man among you is seyn to be wiys in this world, be he maad a fool, that he be wijs.
[19]ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· [19]For the wisdom of this world is foli anentis God; for it is writun, Y schal catche wise men in her fel wisdom;
[20]καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι. [20]and eft, The Lord knowith the thouytis of wise men, for tho ben veyn.
[21]ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, [21]Therfor no man haue glorie in men.
[22]εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ⸀ὑμῶν, [22]For alle thingis ben youre, ethir Poul, ether Apollo, ether Cefas, ether the world, ether lijf, ether deth, ether thingis present, ethir thingis to comynge; for alle thingis ben youre,
[23]ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ. [23]and ye ben of Crist, and Crist is of God.
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Author: John Wycliffe (1328 – 1384)
Top