|
[1]AND Elijah the Tishbite, who was of the inhabitants of Gilead, said to Ahab, As the LORD God of Israel lives, before whom I stand, there shall not be dew nor rain these years but according to my word. |
[1]καὶ εἶπεν ηλιου ὁ προφήτης ὁ θεσβίτης ἐκ θεσβων τῆς γαλααδ πρὸς αχααβ ζῇ κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς ισραηλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου |
[2]And the word of the LORD came to him, saying, |
[2]καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς ηλιου |
[3]Depart from here and turn eastward and hide yourself by the brook of Cherith that is before the Jordan. |
[3]πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ χορραθ τοῦ ἐπὶ προσώπου τοῦ ιορδάνου |
[4]And you shall drink from the brook; and I have commanded the ravens to feed you there. |
[4]καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ |
[5]So he went and did according to the word of the LORD; for he went and dwelt by the brook of Cherith that is before the Jordan. |
[5]καὶ ἐποίησεν ηλιου κατὰ τὸ ῥῆμα κυρίου καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ χορραθ ἐπὶ προσώπου τοῦ ιορδάνου |
[6]And the ravens brought him bread and meat in the morning, and bread and meat in the evening; and he drank from the brook. |
[6]καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ |
[7]But after a while the brook dried up because there had been no rain in the land |
[7]καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς |
[8]And the word of the LORD came to him, saying, |
[8]καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς ηλιου |
[9]Arise, go to Zarephath, which belongs to Zidon, and dwell there; behold, I have commanded a widow there to feed you. |
[9]ἀνάστηθι καὶ πορεύου εἰς σαρεπτα τῆς σιδωνίας ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε |
[10]So he arose and went to Zarephath. And when he came to the gate of the city, behold, the widow was there gathering sticks; and he called to her and said, Bring me a little water in a vessel, that I may drink. |
[10]καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς σαρεπτα εἰς τὸν πυλῶνα τῆς πόλεως καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα καὶ ἐβόησεν ὀπίσω αὐτῆς ηλιου καὶ εἶπεν αὐτῇ λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι |
[11]And as she was going to fetch it, he called to her and said, Bring me a morsel of bread in your hand. |
[11]καὶ ἐπορεύθη λαβεῖν καὶ ἐβόησεν ὀπίσω αὐτῆς ηλιου καὶ εἶπεν λήμψῃ δή μοι ψωμὸν ἄρτου ἐν τῇ χειρί σου |
[12]And she said, As the LORD your God lives, I have nothing but a handful of flour in a pot and a little oil in a cruse; and, behold, I am gathering a few sticks, that I may go in and bake it for me and my son, that we may eat it and die. |
[12]καὶ εἶπεν ἡ γυνή ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου καὶ φαγόμεθα καὶ ἀποθανούμεθα |
[13]And Elijah said to her, Fear not; go and do as you have said; but first make a little cake and bring it to me, and afterward make for yourself and your son. |
[13]καὶ εἶπεν πρὸς αὐτὴν ηλιου θάρσει εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖθεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ ἐσχάτου |
[14]For thus says the LORD God of Israel, The pot of flour shall not be spent, and the cruse of oil shall not diminish, until the day that the LORD sends rain upon the earth. |
[14]ὅτι τάδε λέγει κύριος ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς |
[15]And she went and did according to the saying of Elijah; and she and he and her household did eat many days. |
[15]καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς |
[16]And the pot of flour was not spent, neither did the cruse of oil diminish, according to the word of the LORD, which he spoke by Elijah |
[16]καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ ηλιου |
[17]And it came to pass after these things that the son of the woman, the mistress of the house, fell sick; and his sickness was so sore that there was no breath left in him. |
[17]καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα ἕως οὗ οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα |
[18]And she said to Elijah, What have I done to you, O prophet of God? Are you come to me to call my trespasses to remembrance and to slay my son? |
[18]καὶ εἶπεν πρὸς ηλιου τί ἐμοὶ καὶ σοί ἄνθρωπε τοῦ θεοῦ εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου |
[19]And Elijah said to her. Give me your son. And he took him from her bosom, and carried him up into the upper chamber where he abode, and laid him upon his own bed. |
[19]καὶ εἶπεν ηλιου πρὸς τὴν γυναῖκα δός μοι τὸν υἱόν σου καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ |
[20]And he cried to the LORD and said, O LORD God, why hast thou also brought misfortune upon this widow with whom I sojourn, by slaying her son? |
[20]καὶ ἀνεβόησεν ηλιου καὶ εἶπεν οἴμμοι κύριε ὁ μάρτυς τῆς χήρας μεθ ἧς ἐγὼ κατοικῶ μετ αὐτῆς σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς |
[21]Then he stretched himself upon the boy three times and cried to the LORD and said, O LORD my God, let this boy's soul return to him again. |
[21]καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν κύριε ὁ θεός μου ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν |
[22]And the LORD heard the voice of Elijah; and the soul of the boy returned into him again, and he revived. |
[22]καὶ ἐγένετο οὕτως καὶ ἀνεβόησεν τὸ παιδάριον |
[23]And Elijah took the boy and brought him down from the upper chamber into the house, and delivered him to his mother; and Elijah said to her, See, your son lives. |
[23]καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν ηλιου βλέπε ζῇ ὁ υἱός σου |
[24]And the woman said to Elijah, Now I know that you are a prophet of God and that the word of the LORD in your mouth is truth |
[24]καὶ εἶπεν ἡ γυνὴ πρὸς ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληθινόν |