«
Peshitta (Lamsa, 1933)
Pes(Lam)
The Septuagint
LXX
[1]AND it came to pass after many days, that the word of the LORD came to Elijah in the third year, saying, Go, show yourself to Ahab; and I will send rain upon the earth. [1]καὶ ἐγένετο μεθ ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων πορεύθητι καὶ ὄφθητι τῷ αχααβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς
[2]And Elijah went to show himself to Ahab. And there was a severe famine in Samaria. [2]καὶ ἐπορεύθη ηλιου τοῦ ὀφθῆναι τῷ αχααβ καὶ ἡ λιμὸς κραταιὰ ἐν σαμαρείᾳ
[3]And Ahab called Obadiah, who was the steward of his household. (Now Obadiah revered the LORD greatly; [3]καὶ ἐκάλεσεν αχααβ τὸν αβδιου τὸν οἰκονόμον καὶ αβδιου ἦν φοβούμενος τὸν κύριον σφόδρα
[4]For when Jezebel slew the prophets of God, Obadiah took a hundred prophets, and hid them by fifty in a cave, and fed them with bread and water.) [4]καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι
[5]And Ahab said to Obadiah, Go through the land, to all fountains of water and to all brooks; perhaps we may find grass to save the horses and mules alive, that we may not lose all the beasts. [5]καὶ εἶπεν αχααβ πρὸς αβδιου δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν
[6]So they divided the land between them to pass throughout it; Ahab went one way by himself, and Obadiah went another way by himself. [6]καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος καὶ αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος
[7]And as Obadiah was on the way, behold, Elijah met him; and he recognized him, and fell on his face and said, Is that you, my lord Elijah? [7]καὶ ἦν αβδιου ἐν τῇ ὁδῷ μόνος καὶ ἦλθεν ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος καὶ αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτός κύριέ μου ηλιου
[8]And he answered him, It is I; then he said to him, Go, tell your lord, Behold, Elijah is here. [8]καὶ εἶπεν ηλιου αὐτῷ ἐγώ πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ ηλιου
[9]And Obadiah said, What sin have I committed, that you would deliver your servant into the hand of Ahab, to slay me? [9]καὶ εἶπεν αβδιου τί ἡμάρτηκα ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα αχααβ τοῦ θανατῶσαί με
[10]As the LORD your God lives, there is no nation or kingdom whither my lord has not sent to seek you; and when they said, He is not here, he took an oath of the kingdoms and nations, that they had not found you. [10]ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε καὶ εἶπον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς ὅτι οὐχ εὕρηκέν σε
[11]And now you say to me, Go, tell your lord, Behold, Elijah is here. [11]καὶ νῦν σὺ λέγεις πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου ἰδοὺ ηλιου
[12]And as soon as I am gone from you, the Spirit of the LORD will take you up and carry you whither I know not; and so when I come and tell Ahab, and he cannot find you, he shall slay me; but I your servant have revered the LORD from my youth. [12]καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ καὶ πνεῦμα κυρίου ἀρεῖ σε εἰς γῆν ἣν οὐκ οἶδα καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ αχααβ καὶ ἀποκτενεῖ με καὶ ὁ δοῦλός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦ
[13]Has it not been told my lord what I did when Jezebel slew the prophets of God, how I took a hundred of the prophets of the LORD and hid them by fifty in a cave and fed them with bread and water? [13]ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι
[14]And now you say to me, Go, tell your lord, Behold, Elijah is here; and he shall slay me. [14]καὶ νῦν σὺ λέγεις μοι πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ ηλιου καὶ ἀποκτενεῖ με
[15]And Elijah said, As the LORD of hosts lives, before whom I stand, I will surely show myself to him today. [15]καὶ εἶπεν ηλιου ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι σήμερον ὀφθήσομαι αὐτῷ
[16]So Obadiah went to meet Ahab, and told Ahab; and Ahab went to meet Elijah [16]καὶ ἐπορεύθη αβδιου εἰς συναντὴν τῷ αχααβ καὶ ἀπήγγειλεν αὐτῷ καὶ ἐξέδραμεν αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν ηλιου
[17]And when Ahab saw Elijah, Ahab said to him, Are you he who troubles Israel? [17]καὶ ἐγένετο ὡς εἶδεν αχααβ τὸν ηλιου καὶ εἶπεν αχααβ πρὸς ηλιου εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν ισραηλ
[18]And Elijah said to him, I have not troubled Israel; but it is you and your father's house, in that you have forsaken the commandments of the LORD and have followed Baal. [18]καὶ εἶπεν ηλιου οὐ διαστρέφω τὸν ισραηλ ὅτι ἀλλ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν βααλιμ
[19]Now therefore send and gather to me all Israel at mount Carmel and the prophets of Baal four hundred and fifty and the prophets of the idols four hundred and fifty who eat at Jezebel's table. [19]καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα ισραηλ εἰς ὄρος τὸ καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν ιεζαβελ
[20]So Ahab sent to all the children of Israel, and gathered the prophets together to mount Carmel [20]καὶ ἀπέστειλεν αχααβ εἰς πάντα ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ καρμήλιον
[21]Then Elijah came near to all the people, and said, How long will you halt between two opinions? If the LORD is God, follow him, but if Baal is god, then follow him. And the people answered him not a word. [21]καὶ προσήγαγεν ηλιου πρὸς πάντας καὶ εἶπεν αὐτοῖς ηλιου ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ ἀμφοτέραις ταῖς ἰγνύαις εἰ ἔστιν κύριος ὁ θεός πορεύεσθε ὀπίσω αὐτοῦ εἰ δὲ ὁ βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτοῦ καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον
[22]Then Elijah said, I, even I only, remain a prophet of the LORD; but Baal's prophets are four hundred and fifty men. [22]καὶ εἶπεν ηλιου πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος καὶ οἱ προφῆται τοῦ βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι
[23]Let them therefore give us two bullocks; and let them choose one bullock for themselves, and cut it in pieces and lay it on wood and put no fire under; and I will prepare the other bullock and cut it in pieces and lay it on wood and put no fire under it. [23]δότωσαν ἡμῖν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιθῶ
[24]And you call on the name of your gods, and I will call on the name of the LORD my God; and the God who answers by fire, he is God. And all the people answered and said, You have spoken well. [24]καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου τοῦ θεοῦ μου καὶ ἔσται ὁ θεός ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί οὗτος θεός καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας
[25]Then Elijah said to the prophets of Baal, Choose for yourselves one bullock, and prepare it first; for you are many; [25]καὶ εἶπεν ηλιου τοῖς προφήταις τῆς αἰσχύνης ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι ὅτι πολλοὶ ὑμεῖς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε
[26]And they took the bullock which was given them and prepared it and called on the name of Baal from morning even until noon, saying, O Baal, answer us. But there was no voice nor any that answered. And they cut themselves upon the altar which they had made. [26]καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον ἐπάκουσον ἡμῶν ὁ βααλ ἐπάκουσον ἡμῶν καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν
[27]And when it was noon, Elijah mocked them and said, Cry with a loud voice; for he is a god; perhaps he is meditating or he is busy or he is on a journey, or perhaps he is asleep and must be awakened. [27]καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς ηλιου ὁ θεσβίτης καὶ εἶπεν ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτῷ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται
[28]And they cried with a loud voice and they cut themselves after their custom with daggers and lances, until their blood gushed out upon them. [28]καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ αὐτούς
[29]And when midday was past, they prophesied until the time of the offering of the evening sacrifice, but there was no voice nor any to answer nor any to listen. Then Elijah said to the prophets of the idols, Now you can move, so that I may prepare my burnt offerings. And they moved aside. [29]καὶ ἐπροφήτευον ἕως οὗ παρῆλθεν τὸ δειλινόν καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή καὶ ἐλάλησεν ηλιου ὁ θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων μετάστητε ἀπὸ τοῦ νῦν καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου καὶ μετέστησαν καὶ ἀπῆλθον
[30]And Elijah said to all the people, Come near to me. And all the people came near to him. And he repaired the altar of the LORD that was broken down. [30]καὶ εἶπεν ηλιου πρὸς τὸν λαόν προσαγάγετε πρός με καὶ προσήγαγεν πᾶς ὁ λαὸς πρὸς αὐτόν
[31]And Elijah took twelve stones, according to the number of the tribes of the sons of Jacob, to whom the word of the LORD came, saying, Israel shall be your name; [31]καὶ ἔλαβεν ηλιου δώδεκα λίθους κατ ἀριθμὸν φυλῶν τοῦ ισραηλ ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων ισραηλ ἔσται τὸ ὄνομά σου
[32]And with the stones he built an altar in the name of the LORD; and he made a trench about the altar, as great as would contain two measures of seed. [32]καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου
[33]And he put the wood in order and cut the bullock in pieces and laid it on the wood and said, Fill four jars with water and pour it on the burnt offering and on the wood. [33]καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον
[34]And he said, Do it the second time. And they did it the second time. And he said, Do it the third time. And they did it the third time. [34]καὶ εἶπεν λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας καὶ ἐποίησαν οὕτως καὶ εἶπεν δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἶπεν τρισσώσατε καὶ ἐτρίσσευσαν
[35]And the water ran round about the altar; and they filled the trench also with water. [35]καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου καὶ τὴν θααλα ἔπλησαν ὕδατος
[36]And at the time of the offering of the evening sacrifice, Elijah the prophet came near and said, O LORD God of Abraham, of Isaac, and of Israel, let it be known this day that thou art God in Israel and that I am thy servant and that I have done all these things at thy word. [36]καὶ ἀνεβόησεν ηλιου εἰς τὸν οὐρανὸν καὶ εἶπεν κύριε ὁ θεὸς αβρααμ καὶ ισαακ καὶ ισραηλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς ισραηλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα
[37]Answer me, O LORD, answer me, that all this people may know that thou art the LORD God and that thou hast turned their perverse heart back again. [37]ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω
[38]Then the fire of the LORD fell, and consumed the burnt offering and the wood and the stones and the dust, and licked up the water that was in the trench. [38]καὶ ἔπεσεν πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θααλα καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ
[39]And when all the people saw it, they fell on their faces; and they said, The LORD, he is God; the LORD, he is God. [39]καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον ἀληθῶς κύριός ἐστιν ὁ θεός αὐτὸς ὁ θεός
[40]And Elijah said to them, Seize the prophets of Baal, and let not one of them escape. And they seized them; and Elijah brought them down to the brook Kishon and slew them there [40]καὶ εἶπεν ηλιου πρὸς τὸν λαόν συλλάβετε τοὺς προφήτας τοῦ βααλ μηθεὶς σωθήτω ἐξ αὐτῶν καὶ συνέλαβον αὐτούς καὶ κατάγει αὐτοὺς ηλιου εἰς τὸν χειμάρρουν κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ
[41]And Elijah said to Ahab, Go up, eat and drink; for there is a rushing sound of heavy rain. [41]καὶ εἶπεν ηλιου τῷ αχααβ ἀνάβηθι καὶ φάγε καὶ πίε ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ
[42]So Ahab went up to eat and to drink. And Elijah went up to the top of Carmel; and he bent himself down upon the earth, and put his face between his knees; [42]καὶ ἀνέβη αχααβ τοῦ φαγεῖν καὶ πιεῖν καὶ ηλιου ἀνέβη ἐπὶ τὸν κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦ
[43]And said to his servant, Go up now, and look toward the sea. And he went up and looked, and said, There is nothing. And Elijah said to him, Go again seven times. [43]καὶ εἶπεν τῷ παιδαρίῳ αὑτοῦ ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν οὐκ ἔστιν οὐθέν καὶ εἶπεν ηλιου καὶ σὺ ἐπίστρεψον ἑπτάκι καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι
[44]And at the seventh time, he said, Behold, there is a little cloud like a man's hand rising out of the sea. And he said to him, Go up, say to Ahab, Mount your horse, and get down before the rain stops you. [44]καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ καὶ εἶπεν ἀνάβηθι καὶ εἰπὸν τῷ αχααβ ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι μὴ καταλάβῃ σε ὁ ὑετός
[45]And while he busied himself here and there, the heavens were black with clouds and wind, and there was a great rain. And Ahab rode, and went to Jezreel. [45]καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι καὶ ἐγένετο ὑετὸς μέγας καὶ ἔκλαιεν καὶ ἐπορεύετο αχααβ εἰς ιεζραελ
[46]And the hand of the LORD was on Elijah; and he girded up his loins and ran before Ahab till he entered Jezreel [46]καὶ χεὶρ κυρίου ἐπὶ τὸν ηλιου καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν αχααβ ἕως ιεζραελ
Author: George M. Lamsa
Source: studybible.info
Source: sacred-texts.org
Top