|
[1][το] λοιπον ουν αδελφοι ερωτωμεν υμας και παρακαλουμεν εν κυριω ιησου καθως παρελαβετε παρ ημων το πως δει υμας περιπατειν και αρεσκειν θεω ινα περισσευητε μαλλον |
[1]Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ, ἵνα καθὼς παρελάβετε παρ᾽ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, καθὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε μᾶλλον· |
[2]οιδατε γαρ τινας παραγγελιας εδωκαμεν υμιν δια του κυριου ιησου |
[2]οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ. |
[3]τουτο γαρ εστιν θελημα του θεου ο αγιασμος υμων απεχεσθαι υμας απο της πορνειας |
[3]τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας· |
[4]ειδεναι εκαστον υμων το εαυτου σκευος κτασθαι εν αγιασμω και τιμη |
[4]εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, |
[5]μη εν παθει επιθυμιας καθαπερ και τα εθνη τα μη ειδοτα τον θεον |
[5]μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν· |
[6]το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου διοτι εκδικος ο κυριος περι παντων τουτων καθως και προειπομεν υμιν και διεμαρτυραμεθα |
[6]τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα. |
[7]ου γαρ εκαλεσεν ημας ο θεος επι ακαθαρσια αλλ εν αγιασμω |
[7]οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλὰ ἐν ἁγιασμῷ. |
[8]τοιγαρουν ο αθετων ουκ ανθρωπον αθετει αλλα τον θεον τον και δοντα το πνευμα αυτου το αγιον εις υμας |
[8]τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν θεὸν τὸν διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. |
[9]περι δε της φιλαδελφιας ου χρειαν εχετε γραφειν υμιν αυτοι γαρ υμεις θεοδιδακτοι εστε εις το αγαπαν αλληλους |
[9]Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· |
[10]και γαρ ποιειτε αυτο εις παντας τους αδελφους τους εν ολη τη μακεδονια παρακαλουμεν δε υμας αδελφοι περισσευειν μαλλον |
[10]καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς [τοὺς] ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον |
[11]και φιλοτιμεισθαι ησυχαζειν και πρασσειν τα ιδια και εργαζεσθαι ταις ιδιαις χερσιν υμων καθως υμιν παρηγγειλαμεν |
[11]καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν· |
[12]ινα περιπατητε ευσχημονως προς τους εξω και μηδενος χρειαν εχητε |
[12]ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε. |
[13]ου θελομεν δε υμας αγνοειν αδελφοι περι των κεκοιμημενων ινα μη λυπησθε καθως και οι λοιποι οι μη εχοντες ελπιδα |
[13]Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. |
[14]ει γαρ πιστευομεν οτι ιησους απεθανεν και ανεστη ουτως και ο θεος τους κοιμηθεντας δια του ιησου αξει συν αυτω |
[14]εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. |
[15]τουτο γαρ υμιν λεγομεν εν λογω κυριου οτι ημεις οι ζωντες οι περιλειπομενοι εις την παρουσιαν του κυριου ου μη φθασωμεν τους κοιμηθεντας |
[15]τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· |
[16]οτι αυτος ο κυριος εν κελευσματι εν φωνη αρχαγγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου και οι νεκροι εν χριστω αναστησονται πρωτον |
[16]ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν χριστῷ ἀναστήσονται πρῶτον, |
[17]επειτα ημεις οι ζωντες οι περιλειπομενοι αμα συν αυτοις αρπαγησομεθα εν νεφελαις εις απαντησιν του κυριου εις αερα και ουτως παντοτε συν κυριω εσομεθα |
[17]ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. |
[18]ωστε παρακαλειτε αλληλους εν τοις λογοις τουτοις |
[18]ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. |