|
[1]περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι |
[1]Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· |
[2]αυτοι γαρ ακριβως οιδατε οτι η ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται |
[2]αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται· |
[3]οταν γαρ λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιος αυτοις εφισταται ολεθρος ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν |
[3]ὅταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. |
[4]υμεις δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμας ως κλεπτης καταλαβη |
[4]ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· |
[5]παντες υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εσμεν νυκτος ουδε σκοτους |
[5]Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. |
[6]αρα ουν μη καθευδωμεν ως και οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν |
[6]ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. |
[7]οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν |
[7]οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν· καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· |
[8]ημεις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας |
[8]ἡμεῖς δὲ ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· |
[9]οτι ουκ εθετο ημας ο θεος εις οργην αλλ εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου χριστου |
[9]ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργήν, ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, |
[10]του αποθανοντος υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν |
[10]τοῦ ἀποθανόντος περὶ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν, εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. |
[11]διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε |
[11]διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. |
[12]ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας |
[12]Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, |
[13]και ηγεισθαι αυτους υπερ εκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοις |
[13]καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσῶς ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν αὐτοῖς. |
[14]παρακαλουμεν δε υμας αδελφοι νουθετειτε τους ατακτους παραμυθεισθε τους ολιγοψυχους αντεχεσθε των ασθενων μακροθυμειτε προς παντας |
[14]παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. |
[15]ορατε μη τις κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε και εις αλληλους και εις παντας |
[15]ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας. |
[16]παντοτε χαιρετε |
[16]πάντοτε χαίρετε· |
[17]αδιαλειπτως προσευχεσθε |
[17]ἀδιαλείπτως προσεύχεσθε· |
[18]εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας |
[18]ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. |
[19]το πνευμα μη σβεννυτε |
[19]τὸ πνεῦμα μὴ σβέννυτε· |
[20]προφητειας μη εξουθενειτε |
[20]προφητείας μὴ ἐξουθενεῖτε· |
[21]παντα δε δοκιμαζετε το καλον κατεχετε |
[21]πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε· |
[22]απο παντος ειδους πονηρου απεχεσθε |
[22]ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. |
[23]αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη |
[23]αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τηρηθείη. |
[24]πιστος ο καλων υμας ος και ποιησει |
[24]πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. |
[25]αδελφοι προσευχεσθε περι ημων |
[25]Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν. |
[26]ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω |
[26]ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. |
[27]ορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αγιοις αδελφοις |
[27]ἐνορκίζω ὑμᾶς τὸν κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς. |
[28]η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων αμην |
[28]Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μεθ᾽ ὑμῶν. |