|
[1]And he made an altar of brass twenty cubits long, and twenty cubits broad, and ten cubits high. |
[1]καὶ ἐποίησεν τὸ θυσιαστήριον χαλκοῦν πήχεων εἴκοσι μῆκος καὶ τὸ εὖρος πήχεων εἴκοσι ὕψος πήχεων δέκα |
[2]And he made a molten sea of ten cubits from brim to brim, round in compass, and five cubits high: and a line of thirty cubits did compass it about. |
[2]καὶ ἐποίησεν τὴν θάλασσαν χυτήν πήχεων δέκα τὴν διαμέτρησιν στρογγύλην κυκλόθεν καὶ πήχεων πέντε τὸ ὕψος καὶ τὸ κύκλωμα πήχεων τριάκοντα |
[3]And under it was the fashion of oxen, which did compass it round about, ten in a cubit compassing the sea about: two rows of oxen were cast when it was molten. |
[3]καὶ ὁμοίωμα μόσχων ὑποκάτωθεν αὐτῆς κύκλῳ κυκλοῦσιν αὐτήν πήχεις δέκα περιέχουσιν τὸν λουτῆρα κυκλόθεν δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν |
[4]It stood upon twelve oxen: three looked toward the north, and three looked toward the west, and three looked toward the south, and three looked toward the east, and the sea stood about upon them, and all their hinder parts were inward. |
[4]ᾗ ἐποίησαν αὐτούς δώδεκα μόσχους οἱ τρεῖς βλέποντες βορρᾶν καὶ οἱ τρεῖς βλέποντες δυσμὰς καὶ οἱ τρεῖς βλέποντες νότον καὶ οἱ τρεῖς βλέποντες κατ ἀνατολάς καὶ ἡ θάλασσα ἐπ αὐτῶν ἄνω ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω |
[5]And the thickness thereof was an hand breadth, and the brim thereof was like the work of the brim of a cup with flowers of lilies: it contained three thousand baths. |
[5]καὶ τὸ πάχος αὐτῆς παλαιστής καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου διαγεγλυμμένα βλαστοὺς κρίνου χωροῦσαν μετρητὰς τρισχιλίους καὶ ἐξετέλεσεν |
[6]He made also ten cauldrons, and put five on the right hand, and five on the left, to wash in them, and to cleanse in them that which appertained to the burnt offerings: but the sea was for the priests to wash in. |
[6]καὶ ἐποίησεν λουτῆρας δέκα καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοῖς καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ |
[7]And he made ten candlesticks of gold (according to their form) and put them in the temple, five on the right hand, and five on the left. |
[7]καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν καὶ ἔθηκεν ἐν τῷ ναῷ πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν |
[8]And he made ten tables, and put them in the temple, five on the right hand, and five on the left: and he made an hundred basins of gold. |
[8]καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τῷ ναῷ πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων καὶ ἐποίησεν φιάλας χρυσᾶς ἑκατόν |
[9]And he made the court of the priests, and the great court and doors for the court, and overlaid the doors thereof with brass. |
[9]καὶ ἐποίησεν τὴν αὐλὴν τῶν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην καὶ θύρας τῇ αὐλῇ καὶ θυρώματα αὐτῶν κατακεχαλκωμένα χαλκῷ |
[10]And he set the sea on the right side eastward toward the south. |
[10]καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι |
[11]And Huram made pots and besoms and basins, and Huram finished the work that he should make for king Solomon for the house of God, |
[11]καὶ ἐποίησεν χιραμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ συνετέλεσεν χιραμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν ἣν ἐποίησεν σαλωμων τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ θεοῦ |
[12]To wit, two pillars, and the bowls and the chapiters on the top of the two pillars, and two grates to cover the two bowls of the chapiters which were upon the top of the pillars: |
[12]στύλους δύο καὶ ἐπ αὐτῶν γωλαθ τῇ χωθαρεθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρεθ ἅ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων |
[13]And four hundred pomegranates for the two grates, two rows of pomegranates for every grate to cover the two bowls of the chapiters, that were upon the pillars. |
[13]καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοΐσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλαθ τῶν χωθαρεθ ἅ ἐστιν ἐπάνω τῶν στύλων |
[14]He made also bases, and made cauldrons upon the bases: |
[14]καὶ τὰς μεχωνωθ ἐποίησεν δέκα καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχωνωθ |
[15]And a sea, and twelve bulls under it: |
[15]καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς |
[16]Pots also and besoms, and flesh hooks, and all these vessels made Huram his father, to king Solomon for the house of the Lord, of shining brass. |
[16]καὶ τοὺς ποδιστῆρας καὶ τοὺς ἀναλημπτῆρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη αὐτῶν ἃ ἐποίησεν χιραμ καὶ ἀνήνεγκεν τῷ βασιλεῖ σαλωμων ἐν οἴκῳ κυρίου χαλκοῦ καθαροῦ |
[17]In the plain of Jordan did the king cast them in clay between Succoth and Zeredathah. |
[17]ἐν τῷ περιχώρῳ τοῦ ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἐν οἴκῳ σοκχωθ καὶ ἀνὰ μέσον σιρδαθα |
[18]And Solomon made all these vessels in great abundance: for the weight of brass could not be reckoned. |
[18]καὶ ἐποίησεν σαλωμων πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ |
[19]And Solomon made all the vessels that were for the house of God: the golden altar also and the tables, whereon the showbread stood. |
[19]καὶ ἐποίησεν σαλωμων πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας καὶ ἐπ αὐτῶν ἄρτοι προθέσεως |
[20]Moreover the candlesticks, with their lamps to burn them after the manner, before the oracle, of pure gold. |
[20]καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβιρ χρυσίου καθαροῦ |
[21]And the flowers and the lamps, and the snuffers of gold, which was fine gold. |
[21]καὶ λαβίδες αὐτῶν καὶ οἱ λύχνοι αὐτῶν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ |
[22]And the hooks, and the basins, and the spoons, and the ash pans of pure gold: the entry also of the house and doors thereof within, even of the most holy place: and the doors of the house, to wit, of the temple were of gold. |
[22]καὶ ἡ θύρα τοῦ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων εἰς τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς |