|
[1]So was all the work finished that Solomon made for the house of the Lord, and Solomon brought in the things that David his father had dedicated, with the silver and the gold, and all the vessels, and put them among the treasures of the house of God. |
[1]καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία ἣν ἐποίησεν σαλωμων ἐν οἴκῳ κυρίου καὶ εἰσήνεγκεν σαλωμων τὰ ἅγια δαυιδ τοῦ πατρὸς αὐτοῦ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς θησαυρὸν οἴκου κυρίου |
[2]Then Solomon assembled the elders of Israel, and all the heads of the tribes, the chief fathers of the children of Israel unto Jerusalem to bring up the ark of the covenant of the Lord from the city of David, which is Zion. |
[2]τότε ἐξεκκλησίασεν σαλωμων τοὺς πρεσβυτέρους ισραηλ καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν ισραηλ εἰς ιερουσαλημ τοῦ ἀνενέγκαι κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως δαυιδ αὕτη σιων |
[3]And all the men of Israel assembled unto the king at the feast: it was in the seventh month. |
[3]καὶ ἐξεκκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς ἀνὴρ ισραηλ ἐν τῇ ἑορτῇ οὗτος ὁ μὴν ἕβδομος |
[4]And all the elders of Israel came, and the Levites took up the ark. |
[4]καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι ισραηλ καὶ ἔλαβον πάντες οἱ λευῖται τὴν κιβωτὸν |
[5]And they carried up the ark and the tabernacle of the congregation: and all the holy vessels that were in the tabernacle, those did the priests and Levites bring up. |
[5]καὶ ἀνήνεγκαν τὴν κιβωτὸν καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ λευῖται |
[6]And king Solomon and all the congregation of Israel that were assembled unto him, were before the ark, offering sheep and bullocks, which could not be told nor numbered for multitude. |
[6]καὶ ὁ βασιλεὺς σαλωμων καὶ πᾶσα συναγωγὴ ισραηλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους |
[7]So the priests brought the ark of the covenant of the Lord unto his place, into the oracle of the house, into the most holy place, even under the wings of the cherubims. |
[7]καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβιν |
[8]For the cherubims stretched out their wings over the place of the ark, and the cherubims covered the ark and the bars thereof above. |
[8]καὶ ἦν τὰ χερουβιν διαπεπετακότα τὰς πτέρυγας αὐτῶν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ καὶ συνεκάλυπτεν τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν |
[9]And they drew out the bars, that the ends of the bars might be seen out of the ark before the oracle, but they were not seen without: and there they are unto this day. |
[9]καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ οὐκ ἐβλέποντο ἔξω καὶ ἦσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης |
[10]Nothing was in the ark, save the two tables, which Moses gave at Horeb, where the Lord made a covenant with the children of Israel, when they came out of Egypt. |
[10]οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες ἃς ἔθηκεν μωυσῆς ἐν χωρηβ ἃ διέθετο κύριος μετὰ τῶν υἱῶν ισραηλ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς αἰγύπτου |
[11]And when the priests were come out of the sanctuary (for all the priests that were present, were sanctified and did not wait by course. |
[11]καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν οὐκ ἦσαν διατεταγμένοι κατ ἐφημερίαν |
[12]And the Levites the singers of all sorts, as of Asaph, of Heman, of Jeduthun, and of their sons and of their brethren, being clad in fine linen, stood with cymbals, and with viols and harps at the east end of the altar, and with them an hundred and twenty priests blowing with trumpets: |
[12]καὶ οἱ λευῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς ασαφ τῷ αιμαν τῷ ιδιθουν καὶ τοῖς υἱοῖς αὐτῶν καὶ τοῖς ἀδελφοῖς αὐτῶν τῶν ἐνδεδυμένων στολὰς βυσσίνας ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου καὶ μετ αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξιν |
[13]And they were as one, blowing trumpets, and singing, and made one sound to be heard in praising and thanking the Lord, and when they lift up their voice with trumpets and with cymbals, and with instruments of music, and when they praised the Lord, singing, For he is good, because his mercy lasteth forever) then the house, even the house of the Lord was filled with a cloud, |
[13]καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ κυρίῳ καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης κυρίου |
[14]So that the priests could not stand to minister, because of the cloud: for the glory of the Lord had filled the house of God. |
[14]καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης ὅτι ἐνέπλησεν δόξα κυρίου τὸν οἶκον τοῦ θεοῦ |