«
Reconstruction of Eberhard Nestle's Greek NT (1904)
Nestle
The Geneva Bible (1560)
Geneva
[1]Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· [1]So we therefore as workers together beseech you, that ye receive not the grace of God in vain.
[2]—λέγει γάρ Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·— [2]For he saith, I have heard thee in a time accepted, and in the day of salvation have I succoured thee: behold now the accepted time, behold now the day of salvation.
[3]μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, [3]We give no occasion of offense in any thing, that our ministry should not be reprehended.
[4]ἀλλ’ ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, [4]But in all things we approve ourselves as the ministers of God, in much patience, in afflictions, in necessities, in distresses,
[5]ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, [5]In stripes, in prisons, in tumults, in labors,
[6]ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, [6]By watchings, by fastings, by purity, by knowledge, by long suffering, by kindness, by the Holy Ghost, by love unfeigned,
[7]ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, [7]By the word of truth, by the power of God, by the armor of righteousness on the right hand and on the left,
[8]διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, [8]By honor, and dishonor, by evil report and good report, as deceivers, and yet true:
[9]ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, [9]As unknown, and yet known: as dying, and behold, we live: as chastened, and yet not killed:
[10]ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. [10]As sorrowing, and yet alway rejoicing: as poor, and yet make many rich: as having nothing, and yet possessing all things.
[11]Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· [11]O Corinthians, our mouth is open unto you: our heart is made large.
[12]οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· [12]Ye are not kept strait in us, but ye are kept strait in your own bowels.
[13]τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. [13]Now for the same recompense, I speak as to my children, Be you also enlarged.
[14]Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; [14]Be not unequally yoked with the infidels: for what fellowship hath righteousness with unrighteousness? and what communion hath light with darkness?
[15]τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; [15]And what concord hath Christ with Belial? or what part hath the believer with the infidel?
[16]τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ Θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐνπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός. [16]And what agreement hath the Temple of God with idols? for ye are the Temple of the living God: as God hath said, I will dwell among them, and walk there: and I will be their God, and they shall be my people.
[17]διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, [17]Wherefore come out from among them, and separate yourselves, saith the Lord: and touch none unclean thing, and I will receive you.
[18]καὶ ἔσομαι ὑμῖν εἰς Πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος Παντοκράτωρ. [18]And I will be a Father unto you, and ye shall be my sons and daughters, saith the Lord almighty.
Author: Eberhard Nestle (1851–1913)
Source: www.hagiascriptura.com

See information...
Source: archive.org
Top