«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ ιωραμ υἱὸς αχααβ ἐβασίλευσεν ἐν ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ ιωσαφατ βασιλεῖ ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη [1]Now Jehoram the son of Ahab began to reign over Israel in Samaria, the eighteenth year of Jehoshaphat king of Judah, and reigned twelve years.
[2]καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ καὶ μετέστησεν τὰς στήλας τοῦ βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ [2]And he wrought evil in the sight of the Lord, but not like his father nor like his mother: for he took away the image of Baal that his father had made.
[3]πλὴν ἐν τῇ ἁμαρτίᾳ ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ αὐτῆς [3]Nevertheless, he cleaved unto the sins of Jeroboam, the son of Nebat, which made Israel to sin, and departed not there from.
[4]καὶ μωσα βασιλεὺς μωαβ ἦν νωκηδ καὶ ἐπέστρεφεν τῷ βασιλεῖ ισραηλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων [4]Then Mesha king of Moab had store of sheep, and rendered unto the king of Israel an hundred thousand lambs, and an hundred thousand rams with the wool.
[5]καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν αχααβ καὶ ἠθέτησεν βασιλεὺς μωαβ ἐν βασιλεῖ ισραηλ [5]But when Ahab was dead, the king of Moab rebelled against the king of Israel.
[6]καὶ ἐξῆλθεν ὁ βασιλεὺς ιωραμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ σαμαρείας καὶ ἐπεσκέψατο τὸν ισραηλ [6]Therefore king Jehoram went out of Samaria the same season, and numbered all Israel,
[7]καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς ιωσαφατ βασιλέα ιουδα λέγων βασιλεὺς μωαβ ἠθέτησεν ἐν ἐμοί εἰ πορεύσῃ μετ ἐμοῦ εἰς μωαβ εἰς πόλεμον καὶ εἶπεν ἀναβήσομαι ὅμοιός μοι ὅμοιός σοι ὡς ὁ λαός μου ὁ λαός σου ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου [7]And went, and sent to Jehoshaphat king of Judah, saying, The king of Moab hath rebelled against me: wilt thou go with me to battle against Moab? And he answered, I will go up: for I am, as thou art, my people, as thy people, and mine horses as thine horses.
[8]καὶ εἶπεν ποίᾳ ὁδῷ ἀναβῶ καὶ εἶπεν ὁδὸν ἔρημον εδωμ [8]Then said he, What way shall we go up? And he answered, The way of the wilderness of Edom.
[9]καὶ ἐπορεύθη ὁ βασιλεὺς ισραηλ καὶ ὁ βασιλεὺς ιουδα καὶ ὁ βασιλεὺς εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν [9]So went the king of Israel and the king of Judah, and the king of Edom, and when they had compassed the way seven days, they had no water for the host, nor for the cattle that followed them.
[10]καὶ εἶπεν ὁ βασιλεὺς ισραηλ ὦ ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ μωαβ [10]Therefore the king of Israel said, Alas, that the Lord hath called these three kings, to give them into the hand of Moab.
[11]καὶ εἶπεν ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ αὐτοῦ καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως ισραηλ καὶ εἶπεν ὧδε ελισαιε υἱὸς σαφατ ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας ηλιου [11]But Jehoshaphat said, Is there not here a prophet of the Lord, that we may inquire of the Lord by him? And one of the king of Israel's servants answered, and said, Here is Elisha the son of Shaphat, which poured water on the hands of Elijah.
[12]καὶ εἶπεν ιωσαφατ ἔστιν αὐτῷ ῥῆμα κυρίου καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς ισραηλ καὶ ιωσαφατ βασιλεὺς ιουδα καὶ βασιλεὺς εδωμ [12]Then Jehoshaphat said, The word of the Lord is with him. Therefore the king of Israel, and Jehoshaphat, and the king of Edom went down to him.
[13]καὶ εἶπεν ελισαιε πρὸς βασιλέα ισραηλ τί ἐμοὶ καὶ σοί δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς ισραηλ μή ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας μωαβ [13]And Elisha said unto the king of Israel, What have I to do with thee? Get thee to the prophets of thy father and to the prophets of thy mother. And the king of Israel said unto him, Nay: for the Lord hath called these three kings, to give them into the hand of Moab.
[14]καὶ εἶπεν ελισαιε ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι εἰ μὴ πρόσωπον ιωσαφατ βασιλέως ιουδα ἐγὼ λαμβάνω εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε [14]Then Elisha said, As the Lord of hosts liveth, in whose sight I stand, if it were not, that I regard the presence of Jehoshaphat the king of Judah, I would not have looked toward thee, nor seen thee.
[15]καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων καὶ ἐγένετο ἐπ αὐτὸν χεὶρ κυρίου [15]But now bring me a minstrel. And when the minstrel played, the hand of the Lord came upon him.
[16]καὶ εἶπεν τάδε λέγει κύριος ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους [16]And he said, Thus saith the Lord, Make this valley full of ditches.
[17]ὅτι τάδε λέγει κύριος οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν [17]For thus saith the Lord, Ye shall neither see wind nor see rain, yet the valley shall be filled with water, that ye may drink, both ye and your cattle, and your beasts.
[18]καὶ κούφη αὕτη ἐν ὀφθαλμοῖς κυρίου καὶ παραδώσω τὴν μωαβ ἐν χειρὶ ὑμῶν [18]But this is a small thing in the sight of the Lord: for he will give Moab into your hand.
[19]καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις [19]And ye shall smite every strong town and every chief city, and shall fell every fair tree, and shall stop all the fountains of water, and mar every good field with stones.
[20]καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ εδωμ καὶ ἐπλήσθη ἡ γῆ ὕδατος [20]And in the morning when the meat offering was offered, behold, there came water by the way of Edom: and the country was filled with water.
[21]καὶ πᾶσα μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου [21]And when all the Moabites heard that the kings were come up to fight against them, they gathered all that was able to put on harness, and upward, and stood in their border.
[22]καὶ ὤρθρισαν τὸ πρωί καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα καὶ εἶδεν μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα [22]And they rose early in the morning, when the sun arose upon the water, and the Moabites saw the water over against them, as red as blood.
[23]καὶ εἶπαν αἷμα τοῦτο τῆς ῥομφαίας ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ καὶ νῦν ἐπὶ τὰ σκῦλα μωαβ [23]And they said, This is blood the kings are surely slain, and one hath smitten another: now therefore, Moab, to the spoil.
[24]καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν ισραηλ καὶ ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν μωαβ καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν μωαβ [24]And when they came to the host of Israel, the Israelites arose up, and smote the Moabites, so that they fled before them, but they invaded them, and smote Moab.
[25]καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν [25]And they destroyed the cities: and on all the good field every man cast his stone, and filled them and they stopped all the fountains of water, and felled all the good trees: only in Kir Haraseth left they the stones thereof: howbeit they went about it with slings, and smote it.
[26]καὶ εἶδεν ὁ βασιλεὺς μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος καὶ ἔλαβεν μεθ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα εδωμ καὶ οὐκ ἠδυνήθησαν [26]And when the king of Moab saw that the battle was too sore for him, he took with him seven hundred men that drew the sword, to break through unto the king of Edom: but they could not.
[27]καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ ισραηλ καὶ ἀπῆραν ἀπ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν [27]Then he took his eldest son, that should have reigned in his stead, and offered him for a burnt offering upon the wall: so that Israel was sore grieved, and they departed from him, and returned to their country.
Source: sacred-texts.org
Source: archive.org
Top