«
The Septuagint
LXX
Shem Tob's Hebrew Matthew (1400)
ShemTob
[1]εἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινεν τὰς μέχρι θανάτου βασάνους τῶν τέκνων ὁρῶσα ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός [No book]
[2]ἀπέδειξα οὖν ὅτι οὐ μόνον ἄνδρες τῶν παθῶν ἐκράτησαν ἀλλὰ καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεφρόνησεν [No book]
[3]καὶ οὐχ οὕτως οἱ περὶ δανιηλ λέοντες ἦσαν ἄγριοι οὐδὲ ἡ μισαηλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρί ὡς ἡ τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνην φύσις ὁρῶσαν αὐτῆς οὕτως ποικίλως βασανιζομένους τοὺς ἑπτὰ υἱούς [No book]
[4]ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσεν τὰ τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ [No book]
[5]καὶ γὰρ τοῦτο ἐπιλογίσασθε ὅτι δειλόψυχος εἰ ἦν ἡ γυνὴ καίπερ μήτηρ οὖσα ὠλοφύρετο ἂν ἐπ αὐτοῖς καὶ ἴσως ἂν ταῦτα εἶπεν [No book]
[6]ὦ μελέα ἔγωγε καὶ πολλάκις τρισαθλία ἥτις ἑπτὰ παῖδας τεκοῦσα οὐδενὸς μήτηρ γεγένημαι [No book]
[7]ὦ μάταιοι ἑπτὰ κυοφορίαι καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι καὶ ἄκαρποι τιθηνίαι καὶ ταλαίπωροι γαλακτοτροφίαι [No book]
[8]μάτην δὲ ἐφ ὑμῖν ὦ παῖδες πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς [No book]
[9]ὦ τῶν ἐμῶν παίδων οἱ μὲν ἄγαμοι οἱ δὲ γήμαντες ἀνόνητοι οὐκ ὄψομαι ὑμῶν τέκνα οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι [No book]
[10]ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος [No book]
[11]οὐδ ἂν ἀποθάνω θάπτοντα τῶν υἱῶν ἕξω τινά [No book]
[12]ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ οὐδ ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα οὐδ ὡς ἀποθνῃσκόντων ἐλυπήθη [No book]
[13]ἀλλ ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμὸν μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα [No book]
[14]ὦ μῆτερ δι εὐσέβειαν θεοῦ στρατιῶτι πρεσβῦτι καὶ γύναι διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἀνδρός [No book]
[15]καὶ γὰρ ὅτε συνελήμφθης μετὰ τῶν παίδων εἱστήκεις τὸν ελεαζαρον ὁρῶσα βασανιζόμενον καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ εβραΐδι φωνῇ [No book]
[16]ὦ παῖδες γενναῖος ὁ ἀγών ἐφ ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρῴου νόμου [No book]
[17]καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας ὑμᾶς δὲ τοὺς νεανίσκους καταπλαγῆναι τὰς βασάνους [No book]
[18]ἀναμνήσθητε ὅτι διὰ τὸν θεὸν τοῦ κόσμου μετελάβετε καὶ τοῦ βίου ἀπελαύσατε [No book]
[19]καὶ διὰ τοῦτο ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν θεόν [No book]
[20]δι ὃν καὶ ὁ πατὴρ ἡμῶν αβρααμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι ισαακ καὶ τὴν πατρῴαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν [No book]
[21]καὶ δανιηλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη καὶ ανανιας καὶ αζαριας καὶ μισαηλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν καὶ ὑπέμειναν διὰ τὸν θεόν [No book]
[22]καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν θεὸν ἔχοντες μὴ χαλεπαίνετε [No book]
[23]ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοῖς πόνοις [No book]
[24]διὰ τούτων τῶν λόγων ἡ ἑπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα ἀποθανεῖν ἔπεισεν μᾶλλον ἢ παραβῆναι τὴν ἐντολὴν τοῦ θεοῦ [No book]
[25]ἔτι δὲ καὶ ταῦτα εἰδότες ὅτι οἱ διὰ τὸν θεὸν ἀποθνῄσκοντες ζῶσιν τῷ θεῷ ὥσπερ αβρααμ καὶ ισαακ καὶ ιακωβ καὶ πάντες οἱ πατριάρχαι [No book]
Source: sacred-texts.org
Author: Shem-Tob ben Isaac Ibn Shaprut (14th century)

See information...
Top