|
[1]ἔλεγον δὲ καὶ τῶν δορυφόρων τινὲς ὅτι ὡς ἔμελλεν συλλαμβάνεσθαι καὶ αὐτὴ πρὸς θάνατον ἵνα μὴ ψαύσειέν τις τοῦ σώματος αὐτῆς ἑαυτὴν ἔρριψε κατὰ τῆς πυρᾶς |
[No book] |
[2]ὦ μήτηρ σὺν ἑπτὰ παισὶν καταλύσασα τὴν τοῦ τυράννου βίαν καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτοῦ καὶ δείξασα τὴν τῆς πίστεως γενναιότητα |
[No book] |
[3]καθάπερ γὰρ σὺ στέγη ἐπὶ τοὺς στύλους τῶν παίδων γενναίως ἱδρυμένη ἀκλινὴς ὑπήνεγκας τὸν διὰ τῶν βασάνων σεισμόν |
[No book] |
[4]θάρρει τοιγαροῦν ὦ μήτηρ ἱερόψυχε τὴν ἐλπίδα τῆς ὑπομονῆς βεβαίαν ἔχουσα πρὸς τὸν θεόν |
[No book] |
[5]οὐχ οὕτως σελήνη κατ οὐρανὸν σὺν ἄστροις σεμνὴ καθέστηκεν ὡς σὺ τοὺς ἰσαστέρους ἑπτὰ παῖδας φωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καθέστηκας θεῷ καὶ ἐστήρισαι σὺν αὐτοῖς ἐν οὐρανῷ |
[No book] |
[6]ἦν γὰρ ἡ παιδοποιία σου ἀπὸ αβρααμ τοῦ πατρός |
[No book] |
[7]εἰ δὲ ἐξὸν ἡμῖν ἦν ὥσπερ ἐπί τινος ζωγραφῆσαι τὴν τῆς εὐσεβείας σου ἱστορίαν οὐκ ἂν ἔφριττον οἱ θεωροῦντες ὁρῶντες μητέρα ἑπτὰ τέκνων δι εὐσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν |
[No book] |
[8]καὶ γὰρ ἄξιον ἦν καὶ ἐπ αὐτοῦ τοῦ ἐπιταφίου ἀναγράψαι καὶ ταῦτα τοῖς ἀπὸ τοῦ ἔθνους εἰς μνείαν λεγόμενα |
[No book] |
[9]ἐνταῦθα γέρων ἱερεὺς καὶ γυνὴ γεραιὰ καὶ ἑπτὰ παῖδες ἐγκεκήδευνται διὰ τυράννου βίαν τὴν εβραίων πολιτείαν καταλῦσαι θέλοντος |
[No book] |
[10]οἳ καὶ ἐξεδίκησαν τὸ γένος εἰς θεὸν ἀφορῶντες καὶ μέχρι θανάτου τὰς βασάνους ὑπομείναντες |
[No book] |
[11]ἀληθῶς γὰρ ἦν ἀγὼν θεῖος ὁ δι αὐτῶν γεγενημένος |
[No book] |
[12]ἠθλοθέτει γὰρ τότε ἀρετὴ δι ὑπομονῆς δοκιμάζουσα τὸ νῖκος ἀφθαρσία ἐν ζωῇ πολυχρονίῳ |
[No book] |
[13]ελεαζαρ δὲ προηγωνίζετο ἡ δὲ μήτηρ τῶν ἑπτὰ παίδων ἐνήθλει οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο |
[No book] |
[14]ὁ τύραννος ἀντηγωνίζετο ὁ δὲ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει |
[No book] |
[15]θεοσέβεια δὲ ἐνίκα τοὺς ἑαυτῆς ἀθλητὰς στεφανοῦσα |
[No book] |
[16]τίνες οὐκ ἐθαύμασαν τοὺς τῆς θείας νομοθεσίας ἀθλητάς τίνες οὐκ ἐξεπλάγησαν |
[No book] |
[17]αὐτός γέ τοι ὁ τύραννος καὶ ὅλον τὸ συμβούλιον ἐθαύμασαν αὐτῶν τὴν ὑπομονήν |
[No book] |
[18]δι ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασιν θρόνῳ καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα |
[No book] |
[19]καὶ γάρ φησιν ὁ μωυσῆς καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου |
[No book] |
[20]καὶ οὗτοι οὖν ἁγιασθέντες διὰ θεὸν τετίμηνται οὐ μόνον ταύτῃ τῇ τιμῇ ἀλλὰ καὶ τῷ δι αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι |
[No book] |
[21]καὶ τὸν τύραννον τιμωρηθῆναι καὶ τὴν πατρίδα καθαρισθῆναι ὥσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας |
[No book] |
[22]καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων καὶ τοῦ ἱλαστηρίου τοῦ θανάτου αὐτῶν ἡ θεία πρόνοια τὸν ισραηλ προκακωθέντα διέσωσεν |
[No book] |
[23]πρὸς γὰρ τὴν ἀνδρείαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀπιδὼν ἀνεκήρυξεν ὁ ἀντίοχος τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονὴν |
[No book] |
[24]ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους |
[No book] |