«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]φύλαξαι τὸν μῆνα τῶν νέων καὶ ποιήσεις τὸ πασχα κυρίῳ τῷ θεῷ σου ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ αἰγύπτου νυκτός [1]Thou shalt keep the month of Abib, and thou shalt celebrate the Passover unto the Lord thy God: for in the month of Abib the Lord thy God brought thee out of Egypt by night.
[2]καὶ θύσεις τὸ πασχα κυρίῳ τῷ θεῷ σου πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ [2]Thou shalt therefore offer the Passover unto the Lord thy God, of sheep and bullocks in the place where the Lord shall choose to cause his name to dwell.
[3]οὐ φάγῃ ἐπ αὐτοῦ ζύμην ἑπτὰ ἡμέρας φάγῃ ἐπ αὐτοῦ ἄζυμα ἄρτον κακώσεως ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ αἰγύπτου ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν [3]Thou shalt eat no leavened bread with it: but seven days shalt thou eat unleavened bread therewith, even the bread of tribulation: for thou camest out of the land of Egypt in haste, that thou mayest remember the day when thou camest out of the land of Egypt, all the days of thy life.
[4]οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωί [4]And there shall be no leaven seen with thee in all thy coasts seven days long: neither shall there remain the night any of the flesh until the morning which thou offerest the first day at even.
[5]οὐ δυνήσῃ θῦσαι τὸ πασχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι [5]Thou mayest not offer the Passover within any of thy gates, which the Lord thy God giveth thee:
[6]ἀλλ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ θύσεις τὸ πασχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ αἰγύπτου [6]But in the place which the Lord thy God shall choose to place his name, there thou shalt offer the Passover at even, about the going down of the sun, in the season that thou camest out of Egypt.
[7]καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν καὶ ἀποστραφήσῃ τὸ πρωὶ καὶ ἀπελεύσῃ εἰς τοὺς οἴκους σου [7]And thou shalt roast and eat it in the place which the Lord thy God shall choose, and shalt return on the morrow, and go unto thy tents.
[8]ἓξ ἡμέρας φάγῃ ἄζυμα καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξόδιον ἑορτὴ κυρίῳ τῷ θεῷ σου οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον πλὴν ὅσα ποιηθήσεται ψυχῇ [8]Six days shalt thou eat unleavened bread, and the seventh day shall be a solemn assembly to the Lord thy God: thou shalt do no work therein.
[9]ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτῷ ἀρξαμένου σου δρέπανον ἐπ ἀμητὸν ἄρξῃ ἐξαριθμῆσαι ἑπτὰ ἑβδομάδας [9]Seven weeks shalt thou number unto thee, and shalt begin to number the seven weeks, when thou beginest to put the sickle to the corn:
[10]καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου καθότι ἡ χείρ σου ἰσχύει ὅσα ἂν δῷ σοι καθότι ηὐλόγησέν σε κύριος ὁ θεός σου [10]And thou shalt keep the feast of weeks unto the Lord thy God, even a free gift of thine hand, which thou shalt give unto the Lord thy God, as the Lord thy God hath blessed thee.
[11]καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ λευίτης ὁ ἐν ταῖς πόλεσίν σου καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ὑμῖν ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ [11]And thou shalt rejoice before the Lord thy God, thou and thy son, and thy daughter, and thy servant, and thy maid, and the Levite that is within thy gates, and the stranger, and the fatherless, and the widow, that are among you, in the place which the Lord thy God shall choose to place his name there,
[12]καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ αἰγύπτῳ καὶ φυλάξῃ καὶ ποιήσεις τὰς ἐντολὰς ταύτας [12]And thou shalt remember that thou wast a servant in Egypt: therefore thou shalt observe and do these ordinances.
[13]ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν σε ἐκ τοῦ ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου [13]Thou shalt observe the feast of the tabernacles seven days, when thou hast gathered in thy corn, and thy wine.
[14]καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ λευίτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσίν σου [14]And thou shalt rejoice in thy feast, thou, and thy son, and thy daughter, and thy servant, and thy maid, and the Levite, and the stranger, and the fatherless, and the widow, that are within thy gates.
[15]ἑπτὰ ἡμέρας ἑορτάσεις κυρίῳ τῷ θεῷ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ ἐὰν δὲ εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς γενήμασίν σου καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου καὶ ἔσῃ εὐφραινόμενος [15]Seven days shalt thou keep a feast unto the Lord thy God in the place which the Lord shall choose: when the Lord thy God shall bless thee in all thine increase, and in all the works of thine hands, thou shalt in any case be glad.
[16]τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται αὐτὸν κύριος ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας οὐκ ὀφθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου κενός [16]Three times in the year shall all the males appear before the Lord thy God in the place which he shall choose: in the feast of the unleavened bread, and in the feast of the weeks, and in the feast of the tabernacles: and they shall not appear before the Lord empty.
[17]ἕκαστος κατὰ δύναμιν τῶν χειρῶν ὑμῶν κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου ἣν ἔδωκέν σοι [17]Every man shall give according to the gift of his hand, and according to the blessing of the Lord thy God, which he hath given thee.
[18]κριτὰς καὶ γραμματοεισαγωγεῖς καταστήσεις σεαυτῷ ἐν πάσαις ταῖς πόλεσίν σου αἷς κύριος ὁ θεός σου δίδωσίν σοι κατὰ φυλάς καὶ κρινοῦσιν τὸν λαὸν κρίσιν δικαίαν [18]Judges and officers shalt thou make thee in all thy cities, which the Lord thy God giveth thee, throughout thy tribes: and they shall judge the people with righteous judgment.
[19]οὐκ ἐκκλινοῦσιν κρίσιν οὐκ ἐπιγνώσονται πρόσωπον οὐδὲ λήμψονται δῶρον τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων [19]Wrest not thou the law, nor respect any person, neither take reward: for the reward blindeth the eyes of the wise, and perverteth the word of the just.
[20]δικαίως τὸ δίκαιον διώξῃ ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι [20]That which is just and right shalt thou follow, that thou mayest live, and possess the land which the Lord thy God giveth thee.
[21]οὐ φυτεύσεις σεαυτῷ ἄλσος πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου ὃ ποιήσεις σεαυτῷ [21]Thou shalt plant thee no grove of any trees near unto the altar of the Lord thy God, which thou shalt make thee.
[22]οὐ στήσεις σεαυτῷ στήλην ἃ ἐμίσησεν κύριος ὁ θεός σου [22]Thou shalt set thee up no pillar, which thing the Lord thy God hateth.
Source: sacred-texts.org
Source: archive.org
Top