«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]οὐ θύσεις κυρίῳ τῷ θεῷ σου μόσχον ἢ πρόβατον ἐν ᾧ ἐστιν ἐν αὐτῷ μῶμος πᾶν ῥῆμα πονηρόν ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν [1]Thou shalt offer unto the Lord thy God no bullock nor sheep wherein is blemish or any evil favored thing: for that is an abomination unto the Lord thy God.
[2]ἐὰν δὲ εὑρεθῇ ἐν σοὶ ἐν μιᾷ τῶν πόλεών σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι ἀνὴρ ἢ γυνή ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου παρελθεῖν τὴν διαθήκην αὐτοῦ [2]If there be found among you in any of thy cities, which the Lord thy God giveth thee, man or woman that hath wrought wickedness in the sight of the Lord thy God, in transgressing his covenant,
[3]καὶ ἐλθόντες λατρεύσωσιν θεοῖς ἑτέροις καὶ προσκυνήσωσιν αὐτοῖς τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ ἃ οὐ προσέταξεν [3]And hath gone and served other gods, and worshiped them: as the sun, or the moon, or any of the host of heaven, which I have not commanded,
[4]καὶ ἀναγγελῇ σοι καὶ ἐκζητήσεις σφόδρα καὶ ἰδοὺ ἀληθῶς γέγονεν τὸ ῥῆμα γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ισραηλ [4]And it be told unto thee, and thou hast heard it, then shalt thou inquire diligently: and if it be true, and the thing certain, that such abomination is wrought in Israel,
[5]καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα ἐκείνην καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις καὶ τελευτήσουσιν [5]Then shalt thou bring forth that man, or that woman (which have committed that wicked thing) unto thy gates, whether it be man or woman, and shalt stone them with stones, till they die.
[6]ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ τρισὶν μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνῄσκων οὐκ ἀποθανεῖται ἐφ ἑνὶ μάρτυρι [6]At the mouth of two or three witnesses shall he that is worthy of death, die: but at the mouth of one witness, he shall not die.
[7]καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν καὶ ἡ χεὶρ παντὸς τοῦ λαοῦ ἐπ ἐσχάτων καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν [7]The hands of the witnesses shall be first upon him, to kill him: and afterward the hands of all the people: so thou shalt take the wicked away from among you.
[8]ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον κρίσις κρίσεως καὶ ἀνὰ μέσον ἁφὴ ἁφῆς καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ [8]If there rise a matter too hard for thee in judgment between blood and blood, between plea and plea, between plague and plague, in the matters of controversy within thy gates, then shalt thou arise, and go up unto the place which the Lord thy God shall choose,
[9]καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς λευίτας καὶ πρὸς τὸν κριτήν ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσιν [9]And thou shalt come unto the priests of the Levites, and unto the judge that shall be in those days, and ask, and they shall show thee the sentence of judgment,
[10]καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου οὗ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ φυλάξῃ σφόδρα ποιῆσαι κατὰ πάντα ὅσα ἐὰν νομοθετηθῇ σοι [10]And thou shalt do according to that thing which they of that place (which the Lord hath chosen) show thee, and thou shalt observe to do according to all that they inform thee.
[11]κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἣν ἂν εἴπωσίν σοι ποιήσεις οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσίν σοι δεξιὰ οὐδὲ ἀριστερά [11]According to the law, which they shall teach thee, and according to the judgment which they shall tell thee, shalt thou do: thou shalt not decline from the thing which they shall show thee, neither to the right hand, nor to the left.
[12]καὶ ὁ ἄνθρωπος ὃς ἂν ποιήσῃ ἐν ὑπερηφανίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ σου ἢ τοῦ κριτοῦ ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ισραηλ [12]And that man that will do presumptuously, not hearkening unto the priest (that standeth before the Lord thy God to minister there) or unto the judge, that man shall die, and thou shalt take away evil from Israel.
[13]καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεβήσει ἔτι [13]So all the people shall hear and fear, and do no more presumptuously.
[14]ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ καὶ κληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ αὐτῆς καὶ εἴπῃς καταστήσω ἐπ ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου [14]When thou shalt come unto the land which the Lord thy God giveth thee, and shalt possess it, and dwell therein, if thou say, I will set a king over me, like as all the nations that are about me,
[15]καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον ὅτι οὐκ ἀδελφός σού ἐστιν [15]Then thou shalt make him king over thee, whom the Lord thy God shall choose: from among thy brethren shalt thou make a king over thee: thou shalt not set a stranger over thee, which is not thy brother.
[16]διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς αἴγυπτον ὅπως πληθύνῃ ἑαυτῷ ἵππον ὁ δὲ κύριος εἶπεν οὐ προσθήσετε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι [16]In any wise he shall not prepare him many horses, nor bring the people again to Egypt, for to increase the number of horses, seeing the Lord hath said unto you, Ye shall henceforth go no more again that way.
[17]καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας οὐδὲ μεταστήσεται αὐτοῦ ἡ καρδία καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα [17]Neither shall he take him many wives, lest his heart turn away, neither shall he gather him much silver and gold.
[18]καὶ ἔσται ὅταν καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ καὶ γράψει ἑαυτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν λευιτῶν [18]And when he shall sit upon the throne of his kingdom, then shall he write him this law repeated in a book, by the priests of the Levites.
[19]καὶ ἔσται μετ αὐτοῦ καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ἵνα μάθῃ φοβεῖσθαι κύριον τὸν θεὸν αὐτοῦ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν [19]And it shall be with him, and he shall read therein all days of his life, that he may learn to fear the Lord his God, and to keep all the words of this Law, and these ordinances, for to do them:
[20]ἵνα μὴ ὑψωθῇ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερά ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς ισραηλ [20]That his heart be not lifted up above his brethren, and that he turn not from the commandment, to the right hand or to the left, but that he may prolong his days in his kingdom, he, and his sons in the midst of Israel.
Source: sacred-texts.org
Source: archive.org
Top