«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ αὕτη ἡ εὐλογία ἣν εὐλόγησεν μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς ισραηλ πρὸ τῆς τελευτῆς αὐτοῦ [1]Now this is the blessing wherewith Moses the man of God blessed the children of Israel before his death, and said,
[2]καὶ εἶπεν κύριος ἐκ σινα ἥκει καὶ ἐπέφανεν ἐκ σηιρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους φαραν σὺν μυριάσιν καδης ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ αὐτοῦ [2]The Lord came from Sinai, and rose up from Seir unto them, and appeared clearly from mount Paran, and he came with ten thousands of Saints, and at his right hand a fiery law for them.
[3]καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου καὶ οὗτοι ὑπὸ σέ εἰσιν καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ [3]Though he love the people, yet all thy saints are in thine hands: and they are humbled at thy feet, to receive thy words.
[4]νόμον ὃν ἐνετείλατο ἡμῖν μωυσῆς κληρονομίαν συναγωγαῖς ιακωβ [4]Moses commanded us a law for an inheritance of the congregation of Jacob.
[5]καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς ισραηλ [5]Then he was among the righteous people, as king, when the heads of the people, and the tribes of Israel were assembled.
[6]ζήτω ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ [6]Let Reuben live, and not die, though his men be a small number.
[7]καὶ αὕτη ιουδα εἰσάκουσον κύριε φωνῆς ιουδα καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ [7]And thus he blessed Judah, and said, Hear, O Lord, the voice of Judah, and bring him unto his people: his hands shall be sufficient for him, if thou help him against his enemies.
[8]καὶ τῷ λευι εἶπεν δότε λευι δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας [8]And of Levi he said, Let thy Thummim and thine Urim be with thine Holy One, whom thou didst prove in Massah, and didst cause him to strive at the waters of Meribah.
[9]ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν [9]Who said unto his father and to his mother, I have not seen him, neither knew he his brethren, nor knew his own children: for they observed thy word, and kept thy covenant.
[10]δηλώσουσιν τὰ δικαιώματά σου τῷ ιακωβ καὶ τὸν νόμον σου τῷ ισραηλ ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου [10]They shall teach Jacob thy judgments, and Israel thy law: they shall put incense before thy face, and the burnt offering upon thine altar.
[11]εὐλόγησον κύριε τὴν ἰσχὺν αὐτοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν [11]Bless, O Lord, his substance, and accept the work of his hands: smite through the loins of them that rise against him, and of them that hate him, that they rise not again.
[12]καὶ τῷ βενιαμιν εἶπεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ ὁ θεὸς σκιάζει ἐπ αὐτῷ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν [12]Of Benjamin he said, The beloved of the Lord shall dwell in safety by him: the Lord shall cover him all the day long, and dwell between his shoulders.
[13]καὶ τῷ ιωσηφ εἶπεν ἀπ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν [13]And of Joseph he said, Blessed of the Lord is his land for the sweetness of heaven, for the dew, and for the depth lying beneath,
[14]καὶ καθ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν [14]And for the sweet increase of the sun, and for the sweet increase of the moon,
[15]καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων [15]And for the sweetness of the top of the ancient mountains, and for the sweetness of the old hills,
[16]καὶ καθ ὥραν γῆς πληρώσεως καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν ιωσηφ καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐν ἀδελφοῖς [16]And for the sweetness of the earth, and abundance thereof: and the good will of him that dwelt in the bush, shall come upon the head of Joseph, and upon the top of the head of him that was separated from his brethren.
[17]πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ ἄκρου γῆς αὗται μυριάδες εφραιμ καὶ αὗται χιλιάδες μανασση [17]His beauty shall be like his firstborn bullock, and his horns as the horns of an unicorn: with them he shall smite the people together, even the ends of the world: these are also the ten thousands of Ephraim, and these are the thousands of Manasseh.
[18]καὶ τῷ ζαβουλων εἶπεν εὐφράνθητι ζαβουλων ἐν ἐξοδίᾳ σου καί ισσαχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ [18]And of Zebulun he said, Rejoice, Zebulun, in thy going out, and thou Isshachar in thy tents.
[19]ἔθνη ἐξολεθρεύσουσιν καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων [19]They shall call the people unto the mountain: there they shall offer the sacrifices of righteousness: for they shall suck of the abundance of the sea, and of the treasures hid in the sand.
[20]καὶ τῷ γαδ εἶπεν εὐλογημένος ἐμπλατύνων γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα [20]Also of Gad he said, Blessed be he that enlargeth Gad: he dwelleth as a lion, that catcheth for his prey the arm with the head.
[21]καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ ισραηλ [21]And he looked to himself at the beginning, because there was a portion of the lawgiver hid: yet he shall come with the heads of the people, to execute the justice of the Lord, and his judgments with Israel.
[22]καὶ τῷ δαν εἶπεν δαν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ βασαν [22]And of Dan he said, Dan is a lion's whelp: he shall leap from Bashan.
[23]καὶ τῷ νεφθαλι εἶπεν νεφθαλι πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει [23]Also of Naphtali he said, O Naphtali, satisfied with favor, and filled with the blessing of the Lord, possess the west and the south.
[24]καὶ τῷ ασηρ εἶπεν εὐλογητὸς ἀπὸ τέκνων ασηρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ [24]And of Asher he said, Asher shall be blessed with children: he shall be acceptable unto his brethren, and shall dip his foot in oil.
[25]σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου [25]Thy shoes shall be iron and brass, and thy strength shall continue as long as thou livest.
[26]οὐκ ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος [26]There is none like God, O righteous people, which rideth upon the heavens for thine help, and on the clouds in his glory.
[27]καὶ σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο [27]The eternal God is thy refuge, and under his arms thou art forever: he shall cast out the enemy before thee, and will say, Destroy them.
[28]καὶ κατασκηνώσει ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ καὶ ὁ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ [28]Then Israel the fountain of Jacob shall dwell alone in safety in a land of wheat, and wine: also his heavens shall drop the dew.
[29]μακάριος σύ ισραηλ τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου ὑπερασπιεῖ ὁ βοηθός σου καὶ ἡ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ [29]Blessed art thou, O Israel: who is like unto thee, O people saved by the Lord, the shield of thine help, and which is the sword of thy glory? Therefore thine enemies shall be in subjection to thee, and thou shalt tread upon their high places.
Source: sacred-texts.org
Source: archive.org
Top