«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]ἀπῆραν δὲ ἐξ αιλιμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν ισραηλ εἰς τὴν ἔρημον σιν ὅ ἐστιν ἀνὰ μέσον αιλιμ καὶ ἀνὰ μέσον σινα τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς αἰγύπτου [1]Afterward all the Congregation of the children of Israel departed from Elim, and came to the wilderness of Sin, (which is between Elim and Sinai) the fifteenth day of the second month after their departing out of the land of Egypt.
[2]διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν ισραηλ ἐπὶ μωυσῆν καὶ ααρων [2]And the whole Congregation of the children of Israel murmured against Moses and against Aaron in the wilderness.
[3]καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ ισραηλ ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ αἰγύπτῳ ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ [3]For the children of Israel said to them, Oh that we had died by the hand of the Lord in the land of Egypt, when we sat by the flesh pots, when we ate bread our bellies full: for ye have brought us out into this wilderness, to kill this whole company with famine.
[4]εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ [4]Then said the Lord unto Moses, Behold, I will cause bread to rain from heaven to you, and the people shall go out, and gather that that is sufficient for every day, that I may prove them, whether they will walk in my law or no.
[5]καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν τὸ καθ ἡμέραν εἰς ἡμέραν [5]But the sixth day they shall prepare that, which they shall bring home, and it shall be twice as much as they gather daily.
[6]καὶ εἶπεν μωυσῆς καὶ ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν ισραηλ ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς αἰγύπτου [6]Then Moses and Aaron said unto all the children of Israel, At even ye shall know, that the Lord brought you out of the land of Egypt:
[7]καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ θεῷ ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ ἡμῶν [7]And in the morning ye shall see the glory of the Lord: for he hath heard your grudgings against the Lord: and what are we that ye have murmured against us?
[8]καὶ εἶπεν μωυσῆς ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν ὃν ὑμεῖς διαγογγύζετε καθ ἡμῶν ἡμεῖς δὲ τί ἐσμεν οὐ γὰρ καθ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν ἀλλ ἢ κατὰ τοῦ θεοῦ [8]Again Moses said, At even shall the Lord give you flesh to eat, and in the morning your fill of bread: for the Lord hath heard your murmurings, which ye murmur against him: for what are we? Your murmurings are not against us, but against the Lord.
[9]εἶπεν δὲ μωυσῆς πρὸς ααρων εἰπὸν πάσῃ συναγωγῇ υἱῶν ισραηλ προσέλθατε ἐναντίον τοῦ θεοῦ εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν [9]And Moses said to Aaron, Say unto all the congregation of the children of Israel, Draw near before the Lord: for he hath heard your murmurings.
[10]ἡνίκα δὲ ἐλάλει ααρων πάσῃ συναγωγῇ υἱῶν ισραηλ καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ [10]Now as Aaron spake unto the whole congregation of the children of Israel, they looked toward the wilderness, and behold, the glory of the Lord appeared in a cloud.
[11]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [11](For the Lord had spoken unto Moses, saying,
[12]εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν ισραηλ λάλησον πρὸς αὐτοὺς λέγων τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν [12]I have heard the murmurings of the children of Israel: tell them therefore, and say, At even ye shall eat flesh, and in the morning ye shall be filled with bread, and ye shall know that I am the Lord your God)
[13]ἐγένετο δὲ ἑσπέρα καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς [13]And so at even the quails came and covered the camp: and in the morning the dew lay round about the host.
[14]καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς [14]And when the dew that was fallen was ascended, behold, a small round thing was upon the face of the wilderness, small as the hoar frost on the earth.
[15]ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ τί ἐστιν τοῦτο οὐ γὰρ ᾔδεισαν τί ἦν εἶπεν δὲ μωυσῆς πρὸς αὐτούς οὗτος ὁ ἄρτος ὃν ἔδωκεν κύριος ὑμῖν φαγεῖν [15]And when the children of Israel saw it, they said one to another, It is MANNA, for they wist not what it was. And Moses said unto them, This is the bread which the Lord hath given you to eat.
[16]τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος συναγάγετε ἀπ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε [16]This is the thing which the Lord hath commanded: gather of it every man according to his eating an omer for a man according to the number of your persons: every man shall take for them which are in his tent.
[17]ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ ισραηλ καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον [17]And the children of Israel did so, and gathered, some more, some less.
[18]καὶ μετρήσαντες τῷ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν ἕκαστος εἰς τοὺς καθήκοντας παρ ἑαυτῷ συνέλεξαν [18]And when they did measure it with an omer, he that had gathered much, had nothing over, and he that had gathered little, had no lack: so every man gathered according to his eating.
[19]εἶπεν δὲ μωυσῆς πρὸς αὐτούς μηδεὶς καταλιπέτω ἀπ αὐτοῦ εἰς τὸ πρωί [19]Moses then said unto them, Let no man reserve thereof till morning.
[20]καὶ οὐκ εἰσήκουσαν μωυσῆ ἀλλὰ κατέλιπόν τινες ἀπ αὐτοῦ εἰς τὸ πρωί καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν καὶ ἐπικράνθη ἐπ αὐτοῖς μωυσῆς [20]they obeyed not Moses: but some of them reserved of it till morning, and it was full of worms, and stank: therefore Moses was angry with them.
[21]καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί ἕκαστος τὸ καθῆκον αὐτῷ ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος ἐτήκετο [21]And they gathered it every morning, every man according to his eating: for when the heat of the sun came, it was melted.
[22]ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ συνέλεξαν τὰ δέοντα διπλᾶ δύο γομορ τῷ ἑνί εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν μωυσεῖ [22]And the sixth day they gathered twice so much bread, two omers for one man: then all the rulers of the congregation came and told Moses.
[23]εἶπεν δὲ μωυσῆς πρὸς αὐτούς τοῦτο τὸ ῥῆμά ἐστιν ὃ ἐλάλησεν κύριος σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον ὅσα ἐὰν πέσσητε πέσσετε καὶ ὅσα ἐὰν ἕψητε ἕψετε καὶ πᾶν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί [23]And he answered them, This is that, which the Lord hath said, Tomorrow is the rest of the holy Sabbath unto the Lord: bake that today which ye will bake, and seethe that which ye will seethe, and all that remaineth, lay it up to be kept till the morning for you.
[24]καὶ κατελίποσαν ἀπ αὐτοῦ εἰς τὸ πρωί καθάπερ συνέταξεν αὐτοῖς μωυσῆς καὶ οὐκ ἐπώζεσεν οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ [24]And they laid it up till the morning, as Moses bade, and it stank not, neither was there any worm therein.
[25]εἶπεν δὲ μωυσῆς φάγετε σήμερον ἔστιν γὰρ σάββατα σήμερον τῷ κυρίῳ οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ [25]Then Moses said, Eat that today: for today is the Sabbath unto the Lord: today ye shall not find it in the field.
[26]ἓξ ἡμέρας συλλέξετε τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ὅτι οὐκ ἔσται ἐν αὐτῇ [26]Six days shall ye gather it, but in the seventh day is the Sabbath: in it there shall be none.
[27]ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον [27]Notwithstanding, there went out some of the people in the seventh day for to gather, and they found none.
[28]εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου [28]And the Lord said unto Moses, How long refuse ye to keep my commandments, and my laws?
[29]ἴδετε ὁ γὰρ κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην τὰ σάββατα διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ [29]Behold, how the Lord hath given you the Sabbath: therefore he giveth you the sixth day bread for two days: tarry therefore every man in his place: let no man go out of his place the seventh day.
[30]καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ [30]So the people rested the seventh day.
[31]καὶ ἐπωνόμασαν οἱ υἱοὶ ισραηλ τὸ ὄνομα αὐτοῦ μαν ἦν δὲ ὡς σπέρμα κορίου λευκόν τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι [31]And the house of Israel called the name of it, MANNA. And it was like to coriander seed, but white: and the taste of it was like unto wafers made with honey.
[32]εἶπεν δὲ μωυσῆς τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος πλήσατε τὸ γομορ τοῦ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν ἵνα ἴδωσιν τὸν ἄρτον ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ ὡς ἐξήγαγεν ὑμᾶς κύριος ἐκ γῆς αἰγύπτου [32]And Moses said, This is that which the Lord hath commanded, Fill an omer of it, to keep it for your posterity: that they may see the bread wherewith I have fed you in wilderness, when I brought you out of the land of Egypt.
[33]καὶ εἶπεν μωυσῆς πρὸς ααρων λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν [33]Moses also said to Aaron, Take a pot and put an omer full of manna therein, and set it before the Lord to be kept for your posterity.
[34]ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ καὶ ἀπέθετο ααρων ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν [34]As the Lord commanded Moses, so Aaron laid it up before the Testimony to be kept.
[35]οἱ δὲ υἱοὶ ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα ἕως ἦλθον εἰς γῆν οἰκουμένην τὸ μαν ἐφάγοσαν ἕως παρεγένοντο εἰς μέρος τῆς φοινίκης [35]And the children of Israel did eat manna forty years, until they came unto a land inhabited: they did eat manna until they came to the borders of the land of Canaan.
[36]τὸ δὲ γομορ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν [36]The omer is the tenth part of the ephah.
Source: sacred-texts.org
Source: archive.org
Top