«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]ἀπεκρίθη δὲ μωυσῆς καὶ εἶπεν ἐὰν οὖν μὴ πιστεύσωσίν μοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς μου ἐροῦσιν γὰρ ὅτι οὐκ ὦπταί σοι ὁ θεός τί ἐρῶ πρὸς αὐτούς [1]Then Moses answered, and said, But lo, they will not believe me, nor hearken unto my voice: for they will say, The Lord hath not appeared unto thee.
[2]εἶπεν δὲ αὐτῷ κύριος τί τοῦτό ἐστιν τὸ ἐν τῇ χειρί σου ὁ δὲ εἶπεν ῥάβδος [2]And the Lord said unto him, What is that in thine hand? And he answered, A rod.
[3]καὶ εἶπεν ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφις καὶ ἔφυγεν μωυσῆς ἀπ αὐτοῦ [3]Then said he, Cast it on the ground. So he cast it on the ground, and it was turned into a serpent: and Moses fled from it.
[4]καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ [4]Again the Lord said unto Moses, Put forth thine hand, and take it by the tail. Then he put forth his hand and caught it, and it was turned into a rod in his hand.
[5]ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν θεὸς αβρααμ καὶ θεὸς ισαακ καὶ θεὸς ιακωβ [5]Do this that they may believe, that the Lord God of their fathers, the God of Abraham, the God of Isaac, and the God of Jacob hath appeared unto thee.
[6]εἶπεν δὲ αὐτῷ κύριος πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών [6]And the Lord said furthermore unto him, Thrust now thine hand into thy bosom. And he thrust his hand into his bosom, and when he took it out again, behold, his hand was leprous as snow.
[7]καὶ εἶπεν πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ [7]Moreover he said, Put thine hand into thy bosom again. So he put his hand into his bosom again, and plucked it out of his bosom, and behold, it was turned again as his other flesh.
[8]ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου πιστεύσουσίν σοι τῆς φωνῆς τοῦ σημείου τοῦ ἐσχάτου [8]So shall it be, if they will not believe thee, neither obey the voice of the first sign, yet shall they believe for the voice of the second sign.
[9]καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου λήμψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ [9]But if they will not yet believe these two signs, neither obey unto thy voice, then shalt thou take of the water of the river, and pour it upon the dry land: so the water which thou shalt take out of the river, shall be turned to blood upon the dry land.
[10]εἶπεν δὲ μωυσῆς πρὸς κύριον δέομαι κύριε οὐχ ἱκανός εἰμι πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας οὐδὲ ἀφ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι [10]But Moses said unto the Lord, Oh my Lord, I am not eloquent, neither at any time have been, nor yet since thou hast spoken unto thy servant: but I am slow of speech and slow of tongue.
[11]εἶπεν δὲ κύριος πρὸς μωυσῆν τίς ἔδωκεν στόμα ἀνθρώπῳ καὶ τίς ἐποίησεν δύσκωφον καὶ κωφόν βλέποντα καὶ τυφλόν οὐκ ἐγὼ ὁ θεός [11]Then the Lord said unto him, Who hath given the mouth to man? Or who hath made the dumb, or the deaf, or him that seeth, or the blind? Have not I the Lord?
[12]καὶ νῦν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ συμβιβάσω σε ὃ μέλλεις λαλῆσαι [12]Therefore go now, and I will be with thy mouth, and will teach thee what thou shalt say.
[13]καὶ εἶπεν μωυσῆς δέομαι κύριε προχείρισαι δυνάμενον ἄλλον ὃν ἀποστελεῖς [13]But he said, Oh my Lord, send, I pray thee, by the hand of him, whom thou shouldest send.
[14]καὶ θυμωθεὶς ὀργῇ κύριος ἐπὶ μωυσῆν εἶπεν οὐκ ἰδοὺ ααρων ὁ ἀδελφός σου ὁ λευίτης ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ [14]Then the Lord was very angry with Moses, and said, Do not I know Aaron thy brother the Levite, that he himself shall speak? For lo, he cometh also forth to meet thee, and when he seeth thee, he will be glad in his heart.
[15]καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε [15]Therefore thou shalt speak unto him, and put these words in his mouth, and I will be with thy mouth, and with his mouth, and will teach you what ye ought to do.
[16]καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν καὶ αὐτὸς ἔσται σου στόμα σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν [16]And he shall be thy spokesman unto the people: he shall be, even he shall be as thy mouth, and thou shalt be to him as God.
[17]καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα [17]Moreover thou shalt take this rod in thine hand, wherewith thou shalt do miracles.
[18]ἐπορεύθη δὲ μωυσῆς καὶ ἀπέστρεψεν πρὸς ιοθορ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν αἰγύπτῳ καὶ ὄψομαι εἰ ἔτι ζῶσιν καὶ εἶπεν ιοθορ μωυσῇ βάδιζε ὑγιαίνων [18]Therefore Moses went and returned to Jethro his father in law, and said unto him, I pray thee, let me go, and return to my brethren, which are in Egypt, and see whether they be yet alive. Then Jethro said to Moses, Go in peace.
[19]μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς αἰγύπτου εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἐν μαδιαμ βάδιζε ἄπελθε εἰς αἴγυπτον τεθνήκασιν γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν [19](For the Lord had said unto Moses in Midian, Go, return to Egypt: for they are all dead which went about to kill thee)
[20]ἀναλαβὼν δὲ μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς αἴγυπτον ἔλαβεν δὲ μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ [20]Then Moses took his wife, and his sons, and put them on an ass, and returned toward the land of Egypt, and Moses took the rod of God in his hand.
[21]εἶπεν δὲ κύριος πρὸς μωυσῆν πορευομένου σου καὶ ἀποστρέφοντος εἰς αἴγυπτον ὅρα πάντα τὰ τέρατα ἃ ἔδωκα ἐν ταῖς χερσίν σου ποιήσεις αὐτὰ ἐναντίον φαραω ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν [21]And the Lord said unto Moses, When thou art entered and come into Egypt again, see that thou do all the wonders before Pharaoh, which I have put in thine hand: but I will harden his heart, and he shall not let the people go.
[22]σὺ δὲ ἐρεῖς τῷ φαραω τάδε λέγει κύριος υἱὸς πρωτότοκός μου ισραηλ [22]Then thou shalt say to Pharaoh, Thus saith the Lord, Israel is my son, even my firstborn.
[23]εἶπα δέ σοι ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς ὅρα οὖν ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον [23]Wherefore I say to thee, Let my son go, that he may serve me: if thou refuse to let him go, behold, I will slay thy son, even thy firstborn.
[24]ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι [24]And as he was by the way in the inn, the Lord met him, and would have killed him.
[25]καὶ λαβοῦσα σεπφωρα ψῆφον περιέτεμεν τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσεν πρὸς τοὺς πόδας καὶ εἶπεν ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου [25]Then Zipporah took a sharp knife, and cut away the foreskin of her son, and cast it at his feet, and said, Thou art indeed a bloody husband unto me.
[26]καὶ ἀπῆλθεν ἀπ αὐτοῦ διότι εἶπεν ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου [26]So he departed from him. Then she said, O bloody husband (because of the circumcision)
[27]εἶπεν δὲ κύριος πρὸς ααρων πορεύθητι εἰς συνάντησιν μωυσεῖ εἰς τὴν ἔρημον καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ θεοῦ καὶ κατεφίλησαν ἀλλήλους [27]Then the Lord said unto Aaron, Go meet Moses in the wilderness. And he went and met him in the Mount of God, and kissed him.
[28]καὶ ἀνήγγειλεν μωυσῆς τῷ ααρων πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν καὶ πάντα τὰ σημεῖα ἃ ἐνετείλατο αὐτῷ [28]Then Moses told Aaron all the words of the Lord, who had sent him, and all the signs wherewith he had charged him.
[29]ἐπορεύθη δὲ μωυσῆς καὶ ααρων καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν ισραηλ [29]So went Moses and Aaron, and gathered all the elders of the children of Israel.
[30]καὶ ἐλάλησεν ααρων πάντα τὰ ῥήματα ταῦτα ἃ ἐλάλησεν ὁ θεὸς πρὸς μωυσῆν καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ [30]And Aaron told all the words, which the Lord had spoken unto Moses, and he did the miracles in the sight of the people,
[31]καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη ὅτι ἐπεσκέψατο ὁ θεὸς τοὺς υἱοὺς ισραηλ καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλῖψιν κύψας δὲ ὁ λαὸς προσεκύνησεν [31]And the people believed, and when they heard that the Lord had visited the children of Israel, and had looked upon their tribulation, they bowed down, and worshiped.
Source: sacred-texts.org
Source: archive.org
Top