«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ μετὰ ταῦτα εἰσῆλθεν μωυσῆς καὶ ααρων πρὸς φαραω καὶ εἶπαν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς ισραηλ ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ [1]Then afterward Moses and Aaron went and said to Pharaoh, Thus saith the Lord God of Israel, Let my people go, that they may celebrate a feast unto me in the wilderness.
[2]καὶ εἶπεν φαραω τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ισραηλ οὐκ οἶδα τὸν κύριον καὶ τὸν ισραηλ οὐκ ἐξαποστέλλω [2]And Pharaoh said, Who is the Lord, that I should hear his voice, and let Israel go? I know not the Lord, neither will I let Israel go.
[3]καὶ λέγουσιν αὐτῷ ὁ θεὸς τῶν εβραίων προσκέκληται ἡμᾶς πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον ὅπως θύσωμεν τῷ θεῷ ἡμῶν μήποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος [3]And they said, We worship the God of the Hebrews: we pray thee, suffer us to go three days journey in the desert, and sacrifice unto the Lord our God, lest he bring upon us the pestilence or sword.
[4]καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς αἰγύπτου ἵνα τί μωυσῆ καὶ ααρων διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων ἀπέλθατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ [4]Then said the king of Egypt unto them, Moses and Aaron, why cause ye the people to cease from their works? Get you to your burdens.
[5]καὶ εἶπεν φαραω ἰδοὺ νῦν πολυπληθεῖ ὁ λαός μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων [5]Pharaoh said furthermore, Behold, much people is now in the land, and ye make them leave their burdens.
[6]συνέταξεν δὲ φαραω τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραμματεῦσιν λέγων [6]Therefore Pharaoh gave commandment the same day unto the taskmasters of the people, and to their officers, saying,
[7]οὐκέτι προστεθήσεται διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινθουργίαν καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα [7]Ye shall give the people no more straw, to make brick (as in time past) but let them go and gather them straw themselves:
[8]καὶ τὴν σύνταξιν τῆς πλινθείας ἧς αὐτοὶ ποιοῦσιν καθ ἑκάστην ἡμέραν ἐπιβαλεῖς αὐτοῖς οὐκ ἀφελεῖς οὐδέν σχολάζουσιν γάρ διὰ τοῦτο κεκράγασιν λέγοντες πορευθῶμεν καὶ θύσωμεν τῷ θεῷ ἡμῶν [8]Notwithstanding lay upon them the number of brick, which they made in time past, diminish nothing thereof: for they be idle, therefore they cry, saying, Let us go to offer sacrifice unto our God.
[9]βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων καὶ μεριμνάτωσαν ταῦτα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοῖς [9]Lay more work upon the men, and cause them to do it, and let the not regard vain words.
[10]κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες τάδε λέγει φαραω οὐκέτι δίδωμι ὑμῖν ἄχυρα [10]Then went the taskmasters of the people and their officers out, and told the people, saying, Thus saith Pharaoh, I will give you no more straw.
[11]αὐτοὶ ὑμεῖς πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα ὅθεν ἐὰν εὕρητε οὐ γὰρ ἀφαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐθέν [11]Go yourselves, get you straw where ye can find it, yet shall nothing of your labor be diminished.
[12]καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα [12]Then were the people scattered abroad throughout all the land of Egypt, for to gather stubble instead of straw.
[13]οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθ ἡμέραν καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν [13]And the taskmasters hasted them, saying, Finish your day's work every day's task, as ye did when ye had straw.
[14]καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν ισραηλ οἱ κατασταθέντες ἐπ αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ φαραω λέγοντες διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν καὶ τὸ τῆς σήμερον [14]And the officers of the children of Israel, which Pharaoh's taskmasters had set over them, were beaten, and demanded, Wherefore have ye not fulfilled your task in making brick yesterday and today, as in times past?
[15]εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν ισραηλ κατεβόησαν πρὸς φαραω λέγοντες ἵνα τί οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις [15]Then the officers of the children of Israel came, and cried unto Pharaoh, saying, Wherefore dealest thou thus with thy servants?
[16]ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου καὶ τὴν πλίνθον ἡμῖν λέγουσιν ποιεῖν καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται ἀδικήσεις οὖν τὸν λαόν σου [16]There is no straw given to thy servants, and they say unto us, Make brick: and lo, thy servants are beaten, and thy people is blamed.
[17]καὶ εἶπεν αὐτοῖς σχολάζετε σχολασταί ἐστε διὰ τοῦτο λέγετε πορευθῶμεν θύσωμεν τῷ θεῷ ἡμῶν [17]But he said, Ye are to much idle: therefore ye say, Let us go to offer sacrifice to the Lord.
[18]νῦν οὖν πορευθέντες ἐργάζεσθε τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμῖν καὶ τὴν σύνταξιν τῆς πλινθείας ἀποδώσετε [18]Go therefore now and work: for there shall no straw be given you, yet shall ye deliver the whole tale of brick.
[19]ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν ισραηλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες οὐκ ἀπολείψετε τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ [19]Then the officers of the children of Israel saw themselves in an evil case, because it was said, Ye shall diminish nothing of your brick , nor of every day's task.
[20]συνήντησαν δὲ μωυσῇ καὶ ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς ἐκπορευομένων αὐτῶν ἀπὸ φαραω [20]And they met Moses and Aaron, which stood in their way as they came out from Pharaoh,
[21]καὶ εἶπαν αὐτοῖς ἴδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς [21]To whom they said, The Lord look upon you and judge: for ye have made our savor to stink before Pharaoh and before his servants, in that ye have put a sword in their hand to slay us.
[22]ἐπέστρεψεν δὲ μωυσῆς πρὸς κύριον καὶ εἶπεν κύριε διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον καὶ ἵνα τί ἀπέσταλκάς με [22]Wherefore Moses returned to the Lord, and said, Lord, why hast thou afflicted this people? Wherefore hast thou thus sent me?
[23]καὶ ἀφ οὗ πεπόρευμαι πρὸς φαραω λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι ἐκάκωσεν τὸν λαὸν τοῦτον καὶ οὐκ ἐρρύσω τὸν λαόν σου [23]For since I came to Pharaoh to speak in thy name, he hath vexed this people, and yet thou hast not delivered thy people.
Source: sacred-texts.org
Source: archive.org
Top