|
[1]ἰδοῦσα δὲ ραχηλ ὅτι οὐ τέτοκεν τῷ ιακωβ καὶ ἐζήλωσεν ραχηλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπεν τῷ ιακωβ δός μοι τέκνα εἰ δὲ μή τελευτήσω ἐγώ |
[1]And when Rachel saw that she bear Jacob no children, Rachel envied her sister, and said unto Jacob, Give me children, or else I die. |
[2]ἐθυμώθη δὲ ιακωβ τῇ ραχηλ καὶ εἶπεν αὐτῇ μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοιλίας |
[2]Then Jacob's anger was kindled against Rachel, and he said, Am I in God's stead, which hath withholden from thee the fruit of the womb? |
[3]εἶπεν δὲ ραχηλ τῷ ιακωβ ἰδοὺ ἡ παιδίσκη μου βαλλα εἴσελθε πρὸς αὐτήν καὶ τέξεται ἐπὶ τῶν γονάτων μου καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς |
[3]And she said, Behold my maid Bilhah, go in to her, and she shall bear upon my knees, and I shall have children also by her. |
[4]καὶ ἔδωκεν αὐτῷ βαλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα εἰσῆλθεν δὲ πρὸς αὐτὴν ιακωβ |
[4]Then she gave him Bilhah her maid to wife, and Jacob went in to her. |
[5]καὶ συνέλαβεν βαλλα ἡ παιδίσκη ραχηλ καὶ ἔτεκεν τῷ ιακωβ υἱόν |
[5]So Bilhah conceived and bear Jacob a son. |
[6]καὶ εἶπεν ραχηλ ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ δαν |
[6]Then said Rachel, God hath given sentence on my side, and hath also heard my voice, and hath given me a son: therefore called she his name, Dan. |
[7]καὶ συνέλαβεν ἔτι βαλλα ἡ παιδίσκη ραχηλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ ιακωβ |
[7]And Bilhah Rachel's maid conceived again, and bear Jacob the second son. |
[8]καὶ εἶπεν ραχηλ συνελάβετό μοι ὁ θεός καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ νεφθαλι |
[8]Then Rachel said, With excellent wrestling have I wrestled with my sister, and have gotten the upper hand: and she called his name, Naphtali. |
[9]εἶδεν δὲ λεια ὅτι ἔστη τοῦ τίκτειν καὶ ἔλαβεν ζελφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ ιακωβ γυναῖκα |
[9]And when Leah saw that she had left bearing, she took Zilpah her maid, and gave her Jacob to wife. |
[10]εἰσῆλθεν δὲ πρὸς αὐτὴν ιακωβ καὶ συνέλαβεν ζελφα ἡ παιδίσκη λειας καὶ ἔτεκεν τῷ ιακωβ υἱόν |
[10]And Zilpah Leah's maid bear Jacob a son. |
[11]καὶ εἶπεν λεια ἐν τύχῃ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ γαδ |
[11]Then said Leah, A company cometh: and she called his name, Gad. |
[12]καὶ συνέλαβεν ζελφα ἡ παιδίσκη λειας καὶ ἔτεκεν ἔτι τῷ ιακωβ υἱὸν δεύτερον |
[12]Again Zilpah Leah's maid bear Jacob another son. |
[13]καὶ εἶπεν λεια μακαρία ἐγώ ὅτι μακαρίζουσίν με αἱ γυναῖκες καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ασηρ |
[13]Then said Leah, Ah, blessed am I, for the daughters will bless me. And she called his name, Asher. |
[14]ἐπορεύθη δὲ ρουβην ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς λειαν τὴν μητέρα αὐτοῦ εἶπεν δὲ ραχηλ τῇ λεια δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου |
[14]Now Reuben went in the days of the wheat harvest, and found mandrakes in the field and brought them unto his mother Leah. Then said Rachel to Leah, Give me, I pray thee, of thy son's mandrakes. |
[15]εἶπεν δὲ λεια οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ εἶπεν δὲ ραχηλ οὐχ οὕτως κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου |
[15]But she answered her, Is it a small matter for thee to take mine husband, except thou take my son's mandrakes also? Then said Rachel, Therefore he shall sleep with thee this night for thy son's mandrakes. |
[16]εἰσῆλθεν δὲ ιακωβ ἐξ ἀγροῦ ἑσπέρας καὶ ἐξῆλθεν λεια εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν πρός με εἰσελεύσῃ σήμερον μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου καὶ ἐκοιμήθη μετ αὐτῆς τὴν νύκτα ἐκείνην |
[16]And Jacob came from the field in the evening, and Leah went out to meet him, and said, Come in to me, for I have bought and paid for thee with my son's mandrakes: and he slept with her that night. |
[17]καὶ ἐπήκουσεν ὁ θεὸς λειας καὶ συλλαβοῦσα ἔτεκεν τῷ ιακωβ υἱὸν πέμπτον |
[17]And God heard Leah and she conceived, and bear unto Jacob the fifth son. |
[18]καὶ εἶπεν λεια ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ισσαχαρ ὅ ἐστιν μισθός |
[18]Then said Leah, God hath given me my reward, because I gave my maid to my husband, and she called his name Issachar. |
[19]καὶ συνέλαβεν ἔτι λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ ιακωβ |
[19]After, Leah conceived again, and bear Jacob the sixth son. |
[20]καὶ εἶπεν λεια δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ζαβουλων |
[20]Then Leah said, God hath endued me with a good dowry: now will mine husband dwell with me, because I have born him six sons: and she called his name Zebulun. |
[21]καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς δινα |
[21]After that, she bear a daughter, and she called her name Dinah. |
[22]ἐμνήσθη δὲ ὁ θεὸς τῆς ραχηλ καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν |
[22]And God remembered Rachel, and God heard her, and opened her womb. |
[23]καὶ συλλαβοῦσα ἔτεκεν τῷ ιακωβ υἱόν εἶπεν δὲ ραχηλ ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος |
[23]So she conceived and bear a son, and said, God hath taken away my rebuke. |
[24]καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιωσηφ λέγουσα προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον |
[24]And she called his name Joseph, saying, The Lord will give me yet another son. |
[25]ἐγένετο δὲ ὡς ἔτεκεν ραχηλ τὸν ιωσηφ εἶπεν ιακωβ τῷ λαβαν ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου |
[25]And as soon as Rachel had born Joseph, Jacob said to Laban, Send me away that I may go unto my place and to my country. |
[26]ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία περὶ ὧν δεδούλευκά σοι ἵνα ἀπέλθω σὺ γὰρ γινώσκεις τὴν δουλείαν ἣν δεδούλευκά σοι |
[26]Give me my wives and my children, for whom I have served thee, and let me go: for thou knowest what service I have done thee. |
[27]εἶπεν δὲ αὐτῷ λαβαν εἰ εὗρον χάριν ἐναντίον σου οἰωνισάμην ἄν εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ |
[27]To whom Laban answered, If I have now found favor in thy sight, tarry: I have perceived that the Lord hath blessed me for thy sake. |
[28]διάστειλον τὸν μισθόν σου πρός με καὶ δώσω |
[28]Also he said, Appoint unto me thy wages, and I will give it thee. |
[29]εἶπεν δὲ αὐτῷ ιακωβ σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ ἐμοῦ |
[29]But he said unto him, Thou knowest, what service I have done thee, and in what taking thy cattle hath been under me. |
[30]μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον ἐμοῦ καὶ ηὐξήθη εἰς πλῆθος καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τῷ ποδί μου νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον |
[30]For the little, that thou hadst before I came, is increased into a multitude: and the Lord hath blessed thee by my coming: but now when shall I travel for mine own house also? |
[31]καὶ εἶπεν αὐτῷ λαβαν τί σοι δώσω εἶπεν δὲ αὐτῷ ιακωβ οὐ δώσεις μοι οὐθέν ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω |
[31]Then he said, What shall I give thee? And Jacob answered, Thou shalt give me nothing at all: if thou wilt do this thing for me, I will return, feed, and keep thy sheep. |
[32]παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν ἔσται μοι μισθός |
[32]I will pass through all thy flocks this day, and separate from them all the sheep with little spots and great spots, and all black lambs among the sheep, and the great spotted, and little spotted among the goats: and it shall be my wages. |
[33]καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν κεκλεμμένον ἔσται παρ ἐμοί |
[33]So shall my righteousness answer for me hereafter, when it shall come for my reward before thy face, and every one that hath not little or great spots among the goats, and black among the sheep, the same shall be theft with me. |
[34]εἶπεν δὲ αὐτῷ λαβαν ἔστω κατὰ τὸ ῥῆμά σου |
[34]Then Laban said, Go to, would God it might be according to thy saying. |
[35]καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ |
[35]Therefore he took out the same day the he goats that were parti colored and with great spots, and all the she goats with little and great spots, and all that had white in them, and all the black among the sheep, and put them in the keeping of his sons. |
[36]καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον ιακωβ ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα λαβαν τὰ ὑπολειφθέντα |
[36]And he set three days journey between himself and Jacob. And Jacob kept the rest of Laban's sheep. |
[37]ἔλαβεν δὲ ἑαυτῷ ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου καὶ ἐλέπισεν αὐτὰς ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκόν ὃ ἐλέπισεν ποικίλον |
[37]Then Jacob took rods of green popular, and of hazel, and of the chestnut tree, and pilled white strakes in them, and made the white appear in the rods. |
[38]καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος ἵνα ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν |
[38]Then he put the rods, which he had pilled, in the gutters and watering troughs, when the sheep came to drink, before the sheep. (for they were in heat, when they came to drink) |
[39]ἐγκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά |
[39]And the sheep were in heat before the rods, and afterward brought forth young of parti color, and with small and great spots. |
[40]τοὺς δὲ ἀμνοὺς διέστειλεν ιακωβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα λαβαν |
[40]And Jacob parted these lambs, and turned the faces of the flock towards these lambs parti colored and all manner of black, among the sheep of Laban: so he put his own flocks by themselves, and put them not with Laban's flock. |
[41]ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα ἔθηκεν ιακωβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους |
[41]And in every ramming time of the stronger sheep, Jacob laid the rods before the eyes of the sheep in the gutters, that they might conceive before the rods. |
[42]ἡνίκα δ ἂν ἔτεκον τὰ πρόβατα οὐκ ἐτίθει ἐγένετο δὲ τὰ ἄσημα τοῦ λαβαν τὰ δὲ ἐπίσημα τοῦ ιακωβ |
[42]But when the sheep were feeble, he put them not in: and so the feebler were Laban's, and the stronger Jacob's. |
[43]καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι |
[43]So the man increased exceedingly, and had many flocks, and maidservants, and menservants, and camels and asses. |