«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ ἐνετείλατο ιωσηφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων ὅσα ἐὰν δύνωνται ἆραι καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου [1]Afterward he commanded his steward, saying, Fill the men's sacks with food, as much as they can carry, and put every man's money in his sack's mouth.
[2]καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλατε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ ἐγενήθη δὲ κατὰ τὸ ῥῆμα ιωσηφ καθὼς εἶπεν [2]And put my cup, I mean the silver cup, in the sack's mouth of the youngest, and his corn money. And he did according to the commandment that Joseph gave him.
[3]τὸ πρωὶ διέφαυσεν καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν [3]And in the morning the men were sent away, they, and their asses.
[4]ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν οὐκ ἀπέσχον μακράν καὶ ιωσηφ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήμψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν [4]And when they went out of the city not far off, Joseph said to his steward, Up, follow after the men: and when thou dost overtake them, say unto them, Wherefore have ye rewarded evil for good?
[5]ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν οὐ τοῦτό ἐστιν ἐν ᾧ πίνει ὁ κύριός μου αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ πονηρὰ συντετέλεσθε ἃ πεποιήκατε [5]Is that not the cup, wherein my Lord drinketh? And in the which he doth divine and prophesy? Ye have done evil in so doing.
[6]εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ῥήματα ταῦτα [6]And when he overtook them, he said those words unto them.
[7]οἱ δὲ εἶπον αὐτῷ ἵνα τί λαλεῖ ὁ κύριος κατὰ τὰ ῥήματα ταῦτα μὴ γένοιτο τοῖς παισίν σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο [7]And they answered him, Wherefore saith my lord such words? God forbid that thy servants should do such a thing.
[8]εἰ τὸ μὲν ἀργύριον ὃ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς χανααν πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον [8]Behold, the money which we found in our sack's mouths, we brought again to thee out of the land of Canaan: how then should we steal out of thy lord's house silver or gold?
[9]παρ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ τῶν παίδων σου ἀποθνῃσκέτω καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν [9]With whomsoever of thy servants it be found, let him die, and we also will be my lord's bondmen.
[10]ὁ δὲ εἶπεν καὶ νῦν ὡς λέγετε οὕτως ἔσται ὁ ἄνθρωπος παρ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ αὐτὸς ἔσται μου παῖς ὑμεῖς δὲ ἔσεσθε καθαροί [10]And he said, Now then let it be according unto your words: he with whom it is found, shall be my servant, and ye shall be blameless.
[11]καὶ ἔσπευσαν καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ [11]Then at once every man took down his sack to the ground, and every one opened his sack.
[12]ἠρεύνα δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον καὶ εὗρεν τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τῷ βενιαμιν [12]And he searched, and began at the eldest and left at the youngest: and the cup was found in Benjamin's sack.
[13]καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν [13]Then they rent their clothes, and laded every man his ass, and went again into the city.
[14]εἰσῆλθεν δὲ ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς ιωσηφ ἔτι αὐτοῦ ὄντος ἐκεῖ καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν [14]So Judah and his brethren came to Joseph's house (for he was yet there) and they fell before him on the ground.
[15]εἶπεν δὲ αὐτοῖς ιωσηφ τί τὸ πρᾶγμα τοῦτο ὃ ἐποιήσατε οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ [15]Then Joseph said unto them, What act is this, which ye have done? Know ye not that such a man as I, can divine and prophesy?
[16]εἶπεν δὲ ιουδας τί ἀντεροῦμεν τῷ κυρίῳ ἢ τί λαλήσωμεν ἢ τί δικαιωθῶμεν ὁ δὲ θεὸς εὗρεν τὴν ἀδικίαν τῶν παίδων σου ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν καὶ ἡμεῖς καὶ παρ ᾧ εὑρέθη τὸ κόνδυ [16]Then said Judah, What shall we say unto my lord? What shall we speak? And how can we justify ourselves? God hath found out the wickedness of thy servants: behold, we are servants to my Lord, both we, and he, with whom the cup is found.
[17]εἶπεν δὲ ιωσηφ μή μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο ὁ ἄνθρωπος παρ ᾧ εὑρέθη τὸ κόνδυ αὐτὸς ἔσται μου παῖς ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν [17]But he answered, God forbid, that I should do so, but the man, with whom the cup is found, he shall be my servant, and go ye in peace unto your father.
[18]ἐγγίσας δὲ αὐτῷ ιουδας εἶπεν δέομαι κύριε λαλησάτω ὁ παῖς σου ῥῆμα ἐναντίον σου καὶ μὴ θυμωθῇς τῷ παιδί σου ὅτι σὺ εἶ μετὰ φαραω [18]Then Judah drew near unto him, and said, O my Lord, let thy servant now speak a word in my lord's ears, and let not thy wrath be kindled against thy servant: for thou art even as Pharaoh.
[19]κύριε σὺ ἠρώτησας τοὺς παῖδάς σου λέγων εἰ ἔχετε πατέρα ἢ ἀδελφόν [19]My Lord asked his servants, saying, Have ye a father, or a brother?
[20]καὶ εἴπαμεν τῷ κυρίῳ ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν [20]And we answered my Lord, We have a father that is old, and a young child, which he begat in his age: and his brother is dead, and he alone is left of his mother, and his father loveth him.
[21]εἶπας δὲ τοῖς παισίν σου καταγάγετε αὐτὸν πρός με καὶ ἐπιμελοῦμαι αὐτοῦ [21]Now thou saidst unto thy servants, Bring him unto me, that I may set mine eye upon him.
[22]καὶ εἴπαμεν τῷ κυρίῳ οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα ἐὰν δὲ καταλίπῃ τὸν πατέρα ἀποθανεῖται [22]And we answered my lord, The child cannot depart from his father: for if he leave his father, his father would die.
[23]σὺ δὲ εἶπας τοῖς παισίν σου ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ ὑμῶν οὐ προσθήσεσθε ἔτι ἰδεῖν τὸ πρόσωπόν μου [23]Then saidst thou unto thy servants, Except your younger brother come down with you, look in my face no more.
[24]ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου [24]So when we came unto thy servant our father, and showed him what my lord had said,
[25]εἶπεν δὲ ἡμῖν ὁ πατὴρ ἡμῶν βαδίσατε πάλιν ἀγοράσατε ἡμῖν μικρὰ βρώματα [25]And our father said unto us, Go again, buy us a little food,
[26]ἡμεῖς δὲ εἴπαμεν οὐ δυνησόμεθα καταβῆναι ἀλλ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ ἡμῶν καταβησόμεθα οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου τοῦ ἀδελφοῦ τοῦ νεωτέρου μὴ ὄντος μεθ ἡμῶν [26]Then we answered, We cannot go down: but if our youngest brother go with us, then will we go down: for we may not see the man's face, except our youngest brother be with us.
[27]εἶπεν δὲ ὁ παῖς σου ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέν μοι ἡ γυνή [27]Then thy servant my father said unto us, Ye know that my wife bear me two sons,
[28]καὶ ἐξῆλθεν ὁ εἷς ἀπ ἐμοῦ καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονεν καὶ οὐκ εἶδον αὐτὸν ἔτι καὶ νῦν [28]And the one went out from me, and I said, Of a surety he is torn in pieces, and I saw him not since.
[29]ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου [29]Now ye take this also away from me: if death take him, then ye shall bring my gray head in sorrow to the grave.
[30]νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν καὶ τὸ παιδάριον μὴ ᾖ μεθ ἡμῶν ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς [30]Now therefore, when I come to thy servant my father, and the child be not with us (seeing that his life dependeth on the child's life)
[31]καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεθ ἡμῶν τελευτήσει καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς δὲ ἡμῶν μετ ὀδύνης εἰς ᾅδου [31]Then when he shall see that the child is not come, he will die: so shall thy servants bring the gray head of thy servant our father with sorrow to the grave.
[32]ὁ γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδίον παρὰ τοῦ πατρὸς λέγων ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας [32]Doubtless thy servant became surety for the child to my father, and said, If I bring him not unto thee again, then I will bear the blame unto my father forever.
[33]νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδίου οἰκέτης τοῦ κυρίου τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν [33]Now therefore, I pray thee, let me thy servant abide for the child, as a servant to my Lord, and let the child go up with his brethren.
[34]πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα τοῦ παιδίου μὴ ὄντος μεθ ἡμῶν ἵνα μὴ ἴδω τὰ κακά ἃ εὑρήσει τὸν πατέρα μου [34]For how can I go up to my father, if the child be not with me, unless I would see the evil that shall come on my father?
Source: sacred-texts.org
Source: archive.org
Top