|
[1]καὶ οὐκ ἠδύνατο ιωσηφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ ἀλλ εἶπεν ἐξαποστείλατε πάντας ἀπ ἐμοῦ καὶ οὐ παρειστήκει οὐδεὶς ἔτι τῷ ιωσηφ ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ |
[1]Then Joseph could not refrain himself before all that stood by him, but he cried, Have forth every man from me. And there tarried not one with him, while Joseph uttered himself unto his brethren. |
[2]καὶ ἀφῆκεν φωνὴν μετὰ κλαυθμοῦ ἤκουσαν δὲ πάντες οἱ αἰγύπτιοι καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον φαραω |
[2]And he wept and cried, so that the Egyptians heard: the house of Pharaoh heard also. |
[3]εἶπεν δὲ ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἐγώ εἰμι ιωσηφ ἔτι ὁ πατήρ μου ζῇ καὶ οὐκ ἐδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ ἐταράχθησαν γάρ |
[3]Then Joseph said to his brethren, I am Joseph: doth my father yet live? But his brethren could not answer him, for they were astonished at his presence. |
[4]εἶπεν δὲ ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἐγγίσατε πρός με καὶ ἤγγισαν καὶ εἶπεν ἐγώ εἰμι ιωσηφ ὁ ἀδελφὸς ὑμῶν ὃν ἀπέδοσθε εἰς αἴγυπτον |
[4]Again, Joseph said to his brethren, Come near, I pray you, to me. And they came near. And he said, I am Joseph your brother, whom ye sold into Egypt. |
[5]νῦν οὖν μὴ λυπεῖσθε μηδὲ σκληρὸν ὑμῖν φανήτω ὅτι ἀπέδοσθέ με ὧδε εἰς γὰρ ζωὴν ἀπέστειλέν με ὁ θεὸς ἔμπροσθεν ὑμῶν |
[5]Now therefore be not sad, neither grieved with yourselves, that ye sold me hither: for God did send me before you for your preservation. |
[6]τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς καὶ ἔτι λοιπὰ πέντε ἔτη ἐν οἷς οὐκ ἔσται ἀροτρίασις οὐδὲ ἄμητος |
[6]For now two years of famine have been through the land, and five years are behind, wherein neither shall be earing nor harvest. |
[7]ἀπέστειλεν γάρ με ὁ θεὸς ἔμπροσθεν ὑμῶν ὑπολείπεσθαι ὑμῶν κατάλειμμα ἐπὶ τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην |
[7]Wherefore God sent me before you to preserve your posterity in this land, and to save you alive by a great deliverance. |
[8]νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε ἀλλ ἢ ὁ θεός καὶ ἐποίησέν με ὡς πατέρα φαραω καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς αἰγύπτου |
[8]Now then you sent not me hither, but God, who hath made me a father unto Pharaoh, and lord of all his house, and ruler throughout all the land of Egypt. |
[9]σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ τάδε λέγει ὁ υἱός σου ιωσηφ ἐποίησέν με ὁ θεὸς κύριον πάσης γῆς αἰγύπτου κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς |
[9]Haste you and go up to my father, and tell him, Thus saith thy son Joseph, God hath made me lord of all Egypt: come down to me, tarry not. |
[10]καὶ κατοικήσεις ἐν γῇ γεσεμ ἀραβίας καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου τὰ πρόβατά σου καὶ αἱ βόες σου καὶ ὅσα σοί ἐστιν |
[10]And thou shalt dwell in the land of Goshen, and shalt be near me, thou and thy children, and thy children's children, and thy sheep, and thy beasts, and all that thou hast. |
[11]καὶ ἐκθρέψω σε ἐκεῖ ἔτι γὰρ πέντε ἔτη λιμός ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου |
[11]Also I will nourish thee there (for yet remain five years of famine) lest thou perish through poverty, thou and thy household, and all that thou hast. |
[12]ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσιν καὶ οἱ ὀφθαλμοὶ βενιαμιν τοῦ ἀδελφοῦ μου ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς |
[12]And behold, your eyes do see, and the eyes of my brother Benjamin, that my mouth speaketh to you. |
[13]ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν αἰγύπτῳ καὶ ὅσα εἴδετε καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε |
[13]Therefore tell my father of all mine honor in Egypt, and of all that ye have seen, and make haste, and bring my father hither. |
[14]καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον βενιαμιν τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν ἐπ αὐτῷ καὶ βενιαμιν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ |
[14]Then he fell on his brother Benjamin's neck, and wept, and Benjamin wept on his neck. |
[15]καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἔκλαυσεν ἐπ αὐτοῖς καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν |
[15]Moreover, he kissed all his brethren, and wept upon them: and afterward his brethren talked with him. |
[16]καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον φαραω λέγοντες ἥκασιν οἱ ἀδελφοὶ ιωσηφ ἐχάρη δὲ φαραω καὶ ἡ θεραπεία αὐτοῦ |
[16]And the tidings came unto Pharaoh's house, so that they said, Joseph's brethren are come: and it pleased Pharaoh well, and his servants. |
[17]εἶπεν δὲ φαραω πρὸς ιωσηφ εἰπὸν τοῖς ἀδελφοῖς σου τοῦτο ποιήσατε γεμίσατε τὰ πορεῖα ὑμῶν καὶ ἀπέλθατε εἰς γῆν χανααν |
[17]Then Pharaoh said unto Joseph, Say to thy brethren, This do ye, lade your beasts and depart, go to the land of Canaan, |
[18]καὶ παραλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρός με καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν αἰγύπτου καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς |
[18]And take your father, and your households, and come to me, and I will give you the best of the land of Egypt, and ye shall eat of the fat of the land. |
[19]σὺ δὲ ἔντειλαι ταῦτα λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξίν καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε |
[19]And I command thee, Thus do ye, take you chariots out of the land of Egypt for your children, and for your wives, and bring your father and come. |
[20]καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν τὰ γὰρ πάντα ἀγαθὰ αἰγύπτου ὑμῖν ἔσται |
[20]Also regard not your stuff: for the best of all the land of Egypt is yours. |
[21]ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ ισραηλ ἔδωκεν δὲ ιωσηφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ φαραω τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν |
[21]And the children of Israel did so: and Joseph gave them chariots according to the commandment of Pharaoh: he gave them victual also for the journey. |
[22]καὶ πᾶσιν ἔδωκεν δισσὰς στολάς τῷ δὲ βενιαμιν ἔδωκεν τριακοσίους χρυσοῦς καὶ πέντε ἐξαλλασσούσας στολάς |
[22]He gave them all, none except, change of raiment: but unto Benjamin he gave three hundred pieces of silver, and five suits of raiment. |
[23]καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν αἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν |
[23]And unto his father likewise he sent ten he asses laden with the best things of Egypt, and ten she asses laden with wheat, and bread, and meat for his father by the way. |
[24]ἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν καὶ εἶπεν αὐτοῖς μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ |
[24]So sent he his brethren away, and they departed: and he said unto them, Fall not out by the way. |
[25]καὶ ἀνέβησαν ἐξ αἰγύπτου καὶ ἦλθον εἰς γῆν χανααν πρὸς ιακωβ τὸν πατέρα αὐτῶν |
[25]Then they went up from Egypt, and came unto the land of Canaan unto Jacob their father, |
[26]καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ὅτι ὁ υἱός σου ιωσηφ ζῇ καὶ αὐτὸς ἄρχει πάσης γῆς αἰγύπτου καὶ ἐξέστη ἡ διάνοια ιακωβ οὐ γὰρ ἐπίστευσεν αὐτοῖς |
[26]And told him, saying, Joseph is yet alive, and he also is governor over all the land of Egypt, and Jacob's heart failed: for he believed them not. |
[27]ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ ιωσηφ ὅσα εἶπεν αὐτοῖς ἰδὼν δὲ τὰς ἁμάξας ἃς ἀπέστειλεν ιωσηφ ὥστε ἀναλαβεῖν αὐτόν ἀνεζωπύρησεν τὸ πνεῦμα ιακωβ τοῦ πατρὸς αὐτῶν |
[27]And they told him all the words of Joseph, which he had said unto them: but when he saw the chariots, which Joseph had sent to carry him, then the spirit of Jacob their father revived. |
[28]εἶπεν δὲ ισραηλ μέγα μοί ἐστιν εἰ ἔτι ιωσηφ ὁ υἱός μου ζῇ πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με |
[28]And Israel said, I have enough: Joseph my son is yet alive: I will go and see him before I die. |