«
The Septuagint
LXX
The Muratorian Canon
Muratorian
[1]καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εὐλογήσω σε κύριε διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με [No book]
[2]ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος πεποιθὼς ἔσομαι ἐπ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν [No book]
[3]καὶ ἀντλήσετε ὕδωρ μετ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου [No book]
[4]καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑμνεῖτε κύριον βοᾶτε τὸ ὄνομα αὐτοῦ ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ [No book]
[5]ὑμνήσατε τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ [No book]
[6]ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες σιων ὅτι ὑψώθη ὁ ἅγιος τοῦ ισραηλ ἐν μέσῳ αὐτῆς [No book]
Source: sacred-texts.org
Source: www.earlychristianwritings.com/text/muratorian.html
Top