|
[1]καὶ ᾖσαν δεββωρα καὶ βαρακ υἱὸς αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες |
[No book] |
[2]ἀπεκαλύφθη ἀποκάλυμμα ἐν ισραηλ ἐν τῷ ἑκουσιασθῆναι λαὸν εὐλογεῖτε κύριον |
[No book] |
[3]ἀκούσατε βασιλεῖς καὶ ἐνωτίσασθε σατράπαι ἐγώ εἰμι τῷ κυρίῳ ἐγώ εἰμι ᾄσομαι ψαλῶ τῷ κυρίῳ τῷ θεῷ ισραηλ |
[No book] |
[4]κύριε ἐν τῇ ἐξόδῳ σου ἐν σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ |
[No book] |
[5]ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου ελωι τοῦτο σινα ἀπὸ προσώπου κυρίου θεοῦ ισραηλ |
[No book] |
[6]ἐν ἡμέραις σαμεγαρ υἱοῦ αναθ ἐν ἡμέραις ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς ἐπορεύθησαν ὁδοὺς διεστραμμένας |
[No book] |
[7]ἐξέλιπον δυνατοὶ ἐν ισραηλ ἐξέλιπον ἕως οὗ ἀναστῇ δεββωρα ἕως οὗ ἀναστῇ μήτηρ ἐν ισραηλ |
[No book] |
[8]ἐξελέξαντο θεοὺς καινούς τότε ἐπολέμησαν πόλεις ἀρχόντων θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν ισραηλ |
[No book] |
[9]ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ ισραηλ οἱ ἑκουσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε κύριον |
[No book] |
[10]ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ ὁδῷ |
[No book] |
[11]διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων ἐκεῖ δώσουσιν δικαιοσύνας κυρίῳ δικαιοσύνας αὔξησον ἐν ισραηλ τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου |
[No book] |
[12]ἐξεγείρου ἐξεγείρου δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ᾠδήν ἀνάστα βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς αβινεεμ |
[No book] |
[13]τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς |
[No book] |
[14]ἐξ ἐμοῦ εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ αμαληκ ὀπίσω σου βενιαμιν ἐν τοῖς λαοῖς σου ἐν ἐμοὶ μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως |
[No book] |
[15]καὶ ἀρχηγοὶ ἐν ισσαχαρ μετὰ δεββωρας καὶ βαρακ οὕτως βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ εἰς τὰς μερίδας ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν |
[No book] |
[16]εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων εἰς διαιρέσεις ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας |
[No book] |
[17]γαλααδ ἐν τῷ πέραν τοῦ ιορδάνου ἐσκήνωσεν καὶ δαν εἰς τί παροικεῖ πλοίοις ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει |
[No book] |
[18]ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ νεφθαλι ἐπὶ ὕψη ἀγροῦ |
[No book] |
[19]ἦλθον αὐτῶν βασιλεῖς παρετάξαντο τότε ἐπολέμησαν βασιλεῖς χανααν ἐν θανααχ ἐπὶ ὕδατι μεγεδδω δῶρον ἀργυρίου οὐκ ἔλαβον |
[No book] |
[20]ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ σισαρα |
[No book] |
[21]χειμάρρους κισων ἐξέσυρεν αὐτούς χειμάρρους ἀρχαίων χειμάρρους κισων καταπατήσει αὐτὸν ψυχή μου δυνατή |
[No book] |
[22]τότε ἐνεποδίσθησαν πτέρναι ἵππου σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ |
[No book] |
[23]καταρᾶσθε μηρωζ εἶπεν ἄγγελος κυρίου καταρᾶσθε ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου εἰς βοήθειαν ἐν δυνατοῖς |
[No book] |
[24]εὐλογηθείη ἐν γυναιξὶν ιαηλ γυνὴ χαβερ τοῦ κιναίου ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη |
[No book] |
[25]ὕδωρ ᾔτησεν γάλα ἔδωκεν ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον |
[No book] |
[26]χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησεν σισαρα διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν διήλωσεν κρόταφον αὐτοῦ |
[No book] |
[27]ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσεν καθὼς κατεκλίθη ἐκεῖ ἔπεσεν ἐξοδευθείς |
[No book] |
[28]διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ σισαρα ἐκτὸς τοῦ τοξικοῦ διότι ᾐσχύνθη ἅρμα αὐτοῦ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ |
[No book] |
[29]αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ |
[No book] |
[30]οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός σκῦλα βαμμάτων τῷ σισαρα σκῦλα βαμμάτων ποικιλίας βάμματα ποικιλτῶν αὐτά τῷ τραχήλῳ αὐτοῦ σκῦλα |
[No book] |
[31]οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη |
[No book] |