«
SBL Greek NT (2010)
SBL
Wycliffe's English Translation (1388)
Wyc
[1]Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· [1]Jhesus seide to hem, If ye weren blynde, ye schulden not haue synne; but now ye seien, That we seen, youre synne dwellith stille.
[2]ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. [2]Treuli, treuli, Y seie to you, he that cometh not in by the dore in to the foold of scheep, but stieth bi another weie, is a nyyt theef and a dai theef.
[3]τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα ⸀φωνεῖ κατʼ ὄνομα καὶ ἐξάγει αὐτά. [3]But he that entrith bi the dore, is the scheepherde of the scheep.
[4]⸀ὅταν τὰ ἴδια ⸀πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· [4]To this the porter openeth, and the scheep heren his vois, and he clepith his owne scheep bi name, and ledith hem out.
[5]ἀλλοτρίῳ δὲ οὐ μὴ ⸀ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπʼ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. [5]And whanne he hath don out his owne scheep, he goith bifor hem, and the scheep suen hym; for thei knowun his vois.
[6]ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ⸀ἦν ἃ ἐλάλει αὐτοῖς. [6]But thei suen not an alien, but fleen from hym; for thei han not knowun the vois of aliens.
[7]Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ⸀ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. [7]Jhesus seide to hem this prouerbe; but thei knewen not what he spak to hem.
[8]πάντες ὅσοι ἦλθον ⸂πρὸ ἐμοῦ⸃ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλʼ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. [8]Therfor Jhesus seide to hem eftsoone, Treuli, treuli, Y seie to you, that Y am the dore of the scheep.
[9]ἐγώ εἰμι ἡ θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. [9]As many as han come, weren nyyt theues and day theues, but the scheep herden not hem.
[10]ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. [10]Y am the dore. If ony man schal entre bi me, he schal be sauyd; and he schal go ynne, and schal go out, and he schal fynde lesewis.
[11]Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· [11]A nyyt theef cometh not, but that he stele, sle, and leese; and Y cam, that thei han lijf, and haue more plenteousli.
[12]ὁ ⸀μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ⸀ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ ⸀σκορπίζει— [12]I am a good scheepherde; a good scheepherde yyueth his lijf for hise scheep.
[13]⸀ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. [13]But an hirid hyne, and that is not the scheepherde, whos ben not the scheep his owne, seeth a wolf comynge, and he leeueth the scheep, and fleeth; and the wolf rauyschith, and disparplith the scheep.
[14]ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ ⸂γινώσκουσί με τὰ ἐμά⸃, [14]And the hirid hyne fleeth, for he is an hirid hyne, and it parteyneth not to hym of the scheep.
[15]καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. [15]Y am a good scheepherde, and Y knowe my scheep, and my scheep knowen me.
[16]καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα ⸂δεῖ με⸃ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ ⸀γενήσονται μία ποίμνη, εἷς ποιμήν. [16]As the fadir hath knowun me, Y knowe the fadir; and Y putte my lijf for my scheep.
[17]διὰ τοῦτό ⸂με ὁ πατὴρ⸃ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. [17]Y haue othere scheep, that ben not of this foolde, and it bihoueth me to brynge hem togidir, and thei schulen here my vois; and it schal be maad o foolde and o scheepherde.
[18]οὐδεὶς ⸀αἴρει αὐτὴν ἀπʼ ἐμοῦ, ἀλλʼ ἐγὼ τίθημι αὐτὴν ἀπʼ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου. [18]Therfor the fadir loueth me, for Y putte my lijf, that eftsoone Y take it.
[19]⸀Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. [19]No man takith it fro me, but Y putte it of my silf. Y haue power to putte it, and Y haue power to take it ayen. This maundement Y haue takun of my fadir.
[20]ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; [20]Eft dissencioun was maad among the Jewis for these wordis.
[21]⸀ἄλλοι ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ⸀ἀνοῖξαι; [21]And many of hem seiden, He hath a deuel, and maddith; what heren ye hym?
[22]Ἐγένετο ⸀τότε τὰ ἐγκαίνια ἐν ⸀τοῖς Ἱεροσολύμοις· ⸀χειμὼν ἦν, [22]Othere men seiden, These wordis ben not of a man that hath a feend. Whether the deuel may opene the iyen of blynde men?
[23]καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ ⸀τοῦ Σολομῶνος. [23]But the feestis of halewyng of the temple weren maad in Jerusalem, and it was wyntir.
[24]ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. [24]And Jhesus walkide in the temple, in the porche of Salomon.
[25]ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· [25]Therfor the Jewis camen aboute hym, and seiden to hym, Hou long takist thou awei oure soule? if thou art Crist, seie thou to vs opynli.
[26]ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ⸂ὅτι οὐκ⸃ ἐστὲ ἐκ τῶν προβάτων τῶν ⸀ἐμῶν. [26]Jhesus answerde to hem, Y speke to you, and ye bileuen not; the werkis that Y do in the name of my fadir, beren witnessyng of me.
[27]τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ⸀ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, [27]But ye bileuen not, for ye ben not of my scheep.
[28]κἀγὼ ⸂δίδωμι αὐτοῖς ζωὴν αἰώνιον⸃, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. [28]My scheep heren my vois, and Y knowe hem, and thei suen me.
[29]ὁ πατήρ μου ⸀ὃ δέδωκέν ⸀μοι ⸂πάντων μεῖζων⸃ ἐστίν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ ⸀πατρός. [29]And Y yyue to hem euerelastynge lijf, and thei schulen not perische with outen ende, and noon schal rauysche hem fro myn hoond.
[30]ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. [30]That thing that my fadir yaf to me, is more than alle thingis; and no man may rauysche fro my fadris hoond.
[31]Ἐβάστασαν ⸀οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. [31]Y and the fadir ben oon.
[32]ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ⸂ἔργα καλὰ ἔδειξα ὑμῖν⸃ ἐκ τοῦ ⸀πατρός· διὰ ποῖον αὐτῶν ἔργον ⸂ἐμὲ λιθάζετε⸃; [32]The Jewis token vp stoonys, to stoone hym.
[33]ἀπεκρίθησαν αὐτῷ οἱ ⸀Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. [33]Jhesus answerde to hem, Y haue schewide to you many good werkis of my fadir, for which werk of hem stonen ye me?
[34]ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ⸀ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε; [34]The Jewis answerden to hym, We stoonen thee not of good werk, but of blasfemye, and for thou, sithen thou art a man, makist thi silf God.
[35]εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, [35]Jhesus answerde to hem, Whether it is not writun in youre lawe, That Y seide, Ye ben goddis?
[36]ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι; [36]Yf he seide that thei weren goddis, to whiche the word of God was maad, and scripture may not be vndon,
[37]εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· [37]thilke that the fadir hath halewid, and hath sent in to the world, ye seien, That `thou blasfemest, for Y seide, Y am Goddis sone?
[38]εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις ⸀πιστεύετε, ἵνα γνῶτε καὶ ⸀γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν ⸂τῷ πατρί⸃. [38]Yf Y do not the werkis of my fadir, nyle ye bileue to me;
[39]ἐζήτουν οὖν ⸂πάλιν αὐτὸν⸃ πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. [39]but if Y do, thouy ye wolen not bileue to me, bileue ye to the werkis; that ye knowe and bileue, that the fadir is in me, and Y in the fadir.
[40]Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. [40]Therfor thei souyten to take hym, and he wente out of her hondis.
[41]καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. [41]And he wente eftsoone ouer Jordan, in to that place where Joon was firste baptisynge, and he dwelte there.
[42]καὶ ⸂πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ⸃. [42]And manye camen to hym, and seiden, For Joon dide no myracle;
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Author: John Wycliffe (1328 – 1384)
Top