|
[1]Not let be troubled your heart believe in Alaha and in Me believe |
[1]μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. |
[2]Many there are lodgings in the house of My Father and if not told I would have you because go I that I may prepare for you the place |
[2]ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν; |
[3]And if going I prepare for you the place again coming also I bring you to join Me that where that I am also you shall be |
[3]καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. |
[4]And where going I am know you and the path know you |
[4]καὶ ὅπου [ἐγὼ] ὑπάγω οἴδατε τὴν ὁδόν. |
[5]Said to him Thoma our Lord not we know where going you are and How? are able we the path to know |
[5]λέγει αὐτῶ θωμᾶς, κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; |
[6]Said to him Ieshu I I the Path and The Truth and The Life no man comes to My Father except only by Me |
[6]λέγει αὐτῶ [ὁ] ἰησοῦς, ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ. |
[7]If Me known you had also My Father known you would have and from this hour know you Him and you have seen Him |
[7]εἰ ἐγνώκατέ με, καὶ τὸν πατέρα μου γνώσεσθε· καὶ ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. |
[8]Said to Him Phillipos our Lord show us The Father and it is enough for us |
[8]λέγει αὐτῶ φίλιππος, κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. |
[9]Said to him Ieshu this entire time with you I am and not you have known Me Phillipa whoever Me has seen has seen The Father and how? you say do Show us The Father |
[9]λέγει αὐτῶ ὁ ἰησοῦς, τοσούτῳ χρόνῳ μεθ᾽ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα; |
[10]Not believe do you? that I am in My Father I and My Father in me the words which ? speaking am from Myself not am speaking I My Father but Who in me dwells He does works these |
[10]οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῶ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ. |
[11]Believe that I am in My Father and My Father in Me and if not even because of the works believe |
[11]πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῶ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε. |
[12]Amen Amen say I to you that whoever believes in me works those that I done have also he shall do and greater than these He will do because I join The Father go shall |
[12]ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι· |
[13]And anything that you will ask in My Name I shall do for you that will be glorified The Father in His Son |
[13]καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῶ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῶ υἱῶ· |
[14]And if you will ask Me in My Name I I shall do this |
[14]ἐάν τι αἰτήσητέ με ἐν τῶ ὀνόματί μου ἐγὼ ποιήσω. |
[15]If love you Me My commands keep |
[15]ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε· |
[16]And I shall request from My Father and another Savior He will give to you that He will be with you for eternity |
[16]κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα ᾖ, |
[17]The Spirit of The Truth He is Whom the world not is able to receive Him because neither has it seen Him nor has it known Him you but know do Him for with you He dwells and in you He is |
[17]τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει· ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. |
[18]Not shall leave I you as orphans shall come I for to you in a little while |
[18]οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. |
[19]And the world not will see Me you but will see Me because I live also you will live |
[19]ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσετε. |
[20]In that day you will know that I am in My Father and you in Me are and I in you am |
[20]ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῶ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. |
[21]Whoever ? has My commands and keeps them he does love Me he but who loves Me will be loved from My Father and I shall love him and I shall show him Myself |
[21]ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῶ ἐμαυτόν. |
[22]Said to him Judah not he was Scariota my Lord How is it? to us going you are to show yourself and not the same to the world |
[22]λέγει αὐτῶ ἰούδας, οὐχ ὁ ἰσκαριώτης, κύριε, [καὶ] τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῶ κόσμῳ; |
[23]Answered Ieshu and said to him whoever loves Me My word keeps and My Father will love him and to him will come We and lodging with him will make We |
[23]ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῶ ποιησόμεθα. |
[24]He but who does not love Me My word not keeps and word this that are hearing you not was Mine but The Father's Who has sent Me |
[24]ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός. |
[25]These things I have spoken with you while with you I am |
[25]ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων· |
[26]He but The Savior The Spirit of Holiness He Whom sends My Father in My Name He will teach you all things and He will remind you of everything whatever have told I you |
[26]ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῶ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν [ἐγώ]. |
[27]Peace leave I to you peace My give I to you not it is as gives the world I give do to you not let be troubled your heart and not do let it fear |
[27]εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. |
[28]You have heard that I said to you going I am and coming I to you if loved you had Me rejoiced you would have that going I am to join My Father for My Father greater is than I |
[28]ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ πατὴρ μείζων μού ἐστιν. |
[29]And now Behold I have told you before it happens that when it has happened you may believe |
[29]καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. |
[30]After this not I am speaking with you much is coming for the prince of the world and in Me there is not for him a thing |
[30]οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, |
[31]But that may know the world that love I My Father and just as has taught Me My Father so have done :I Rise up let us depart from here |
[31]ἀλλ᾽ ἵνα γνῶ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατο μοι ὁ πατήρ, οὕτως ποιῶ. ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. |