|
[1]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων |
[1]And the Lorde spake vnto Moyses, saying |
[2]λαβὲ ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανοῦν τῶν ἀζύμων |
[2]Take Aaron and his sonnes with hym, and the vestures, and the annoynting oyle, and a bullocke for a sinne offering, and two Rammes, and a basket of vnleauened bread |
[3]καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου |
[3]And gather thou all the congregation together vnto the doore of the tabernacle of the congregation |
[4]καὶ ἐποίησεν μωυσῆς ὃν τρόπον συνέταξεν αὐτῷ κύριος καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου |
[4]And Moyses dyd as the Lorde commaunded him: and the people were gathered together vnto the doore of the tabernacle of the congregation |
[5]καὶ εἶπεν μωυσῆς τῇ συναγωγῇ τοῦτό ἐστιν τὸ ῥῆμα ὃ ἐνετείλατο κύριος ποιῆσαι |
[5]And Moyses sayd vnto the congregation: This is the thing which the Lord commaunded to be done |
[6]καὶ προσήνεγκεν μωυσῆς τὸν ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἔλουσεν αὐτοὺς ὕδατι |
[6]And Moyses brought Aaron and his sonnes, and washed them with water |
[7]καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ |
[7]And put vpon him the coate, and gyrded hym with a gyrdle, and put vpon hym the robe, and put the Ephod theron, whiche he gyrded with the brodered garde that was in the Ephod, and bounde it vnto him therewith |
[8]καὶ ἐπέθηκεν ἐπ αὐτὴν τὸ λογεῖον καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν |
[8]And he put the brestplate theron, and put in the brestplate the Urim and the Thummim |
[9]καὶ ἐπέθηκεν τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ |
[9]And he put the cap of estate vpon his head, and put vpon the cap, euen vpon the forefront, the golden plate, the holy crowne, as the Lorde commaunded Moyses |
[10]καὶ ἔλαβεν μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως |
[10]And Moyses toke the annoyntyng oyle, and annoynted the tabernacle and al that was therin, and sanctified them |
[11]καὶ ἔρρανεν ἀπ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις καὶ ἔχρισεν τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἡγίασεν αὐτά καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν |
[11]And sprinckled therof vpon the aulter seuen tymes, and annoynted the aulter and all his vesselles, the lauer and his foote, to sanctifie them |
[12]καὶ ἐπέχεεν μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν ααρων καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν |
[12]And he powred of the annoynting oyle vpon Aarons head, & annoynted hym, to sanctifie hym |
[13]καὶ προσήγαγεν μωυσῆς τοὺς υἱοὺς ααρων καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοῖς κιδάρεις καθάπερ συνέταξεν κύριος τῷ μωυσῇ |
[13]And Moyses brought Aarons sonnes, and put coates vpon them, and gyrded them with gyrdles, and put bonettes vpon their heades, as the Lorde commaunded Moyses |
[14]καὶ προσήγαγεν μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ ἐπέθηκεν ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας |
[14]And he brought the Bullocke for the sinne offering: and Aaron & his sonnes put their handes vpon the head of the Bullocke for the sinne offering |
[15]καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν μωυσῆς ἀπὸ τοῦ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ καὶ ἐκαθάρισεν τὸ θυσιαστήριον καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ αὐτοῦ |
[15]And Moyses slewe hym, and toke the blood, which he put vpon the hornes of the aulter rounde about with his finger, and purified the aulter, and powred the blood at the bottome of the aulter, & sanctified it, to make reconciliatio vpo it |
[16]καὶ ἔλαβεν μωυσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ αὐτῶν καὶ ἀνήνεγκεν μωυσῆς ἐπὶ τὸ θυσιαστήριον |
[16]And he toke all the fat that was vpon the inwardes, and the kall of the liuer, and the two kydneys and their fat, and Moyses burned it vpon the aulter |
[17]καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτοῦ καὶ τὰ κρέα αὐτοῦ καὶ τὴν κόπρον αὐτοῦ καὶ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ |
[17]But the Bullocke, & his hide, his flesh, and his dounge, he burnt with fyre without the hoast, as the Lorde commaunded Moyses |
[18]καὶ προσήγαγεν μωυσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα καὶ ἐπέθηκεν ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ |
[18]And he brought the Ramme for the burnt offering, and Aaron & his sonnes put their handes vpon the head of the Ramme |
[19]καὶ ἔσφαξεν μωυσῆς τὸν κριόν καὶ προσέχεεν μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ |
[19]Whiche Moyses killed, and sprinckled the blood vpo the aulter rounde about |
[20]καὶ τὸν κριὸν ἐκρεανόμησεν κατὰ μέλη καὶ ἀνήνεγκεν μωυσῆς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ |
[20]And Moyses cut the Ramme into his peeces, and burnt the head, the peeces, and the fat |
[21]καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι καὶ ἀνήνεγκεν μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωμα ὅ ἐστιν εἰς ὀσμὴν εὐωδίας κάρπωμά ἐστιν τῷ κυρίῳ καθάπερ ἐνετείλατο κύριος τῷ μωυσῇ |
[21]And washed ye inwardes & the legges in water, & Moyses burnt the Ramme euerywhyt vpon the aulter: for it was a burnt sacrifice for a sweete sauour, and an offering made by fire vnto the Lord, as the Lorde commaunded Moyses |
[22]καὶ προσήγαγεν μωυσῆς τὸν κριὸν τὸν δεύτερον κριὸν τελειώσεως καὶ ἐπέθηκεν ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ |
[22]And he brought the other Ramme, namely the Ramme of consecrations: and Aaron and his sonnes put their handes vpon the head of the Ramme |
[23]καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν μωυσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ |
[23]Which Moyses slewe, and toke of the blood of it, and put it vpon the tip of Aarons right eare, and vpon the thumbe of his ryght hande, and vpon the great toe of his ryght foote |
[24]καὶ προσήγαγεν μωυσῆς τοὺς υἱοὺς ααρων καὶ ἐπέθηκεν μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν καὶ προσέχεεν μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ |
[24]And Moyses brought Aarons sonnes, and put of the blood on the tippe of the right eare of them, & vpon the thumbes of theyr right handes, & vpon the great toes of their ryght feete: and Moyses sprinckled the blood vpon the aulter rounde about |
[25]καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν |
[25]And he toke the fat, and the rumpe, and all the fat that was vpon the inwardes, and the kall of the liuer, and the two kydneys with their fat, and the ryght shoulder |
[26]καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως τοῦ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν |
[26]And out of the basket of vnleauened bread that was before the Lorde, he toke one vnleauened cake, and a cake of oyled bread, and one wafer, & put them on the fat, and vpon the right shoulder |
[27]καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας ααρων καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι κυρίου |
[27]And put altogether vpon Aarons handes, & vpon his sonnes handes, and waued it a waue offering before the Lord |
[28]καὶ ἔλαβεν μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν καὶ ἀνήνεγκεν αὐτὰ μωυσῆς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως ὅ ἐστιν ὀσμὴ εὐωδίας κάρπωμά ἐστιν τῷ κυρίῳ |
[28]And Moyses toke them from of their handes, and burnt them vpon the aulter for a burnt offering: These were consecrations for a sweete sauour and sacrifice made by fire vnto the Lorde |
[29]καὶ λαβὼν μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως καὶ ἐγένετο μωυσῇ ἐν μερίδι καθὰ ἐνετείλατο κύριος τῷ μωυσῇ |
[29]And Moyses toke the brest, and waued it for a waue offering before the Lorde: for of the Ramme of consecrations, it was Moyses part, as the Lorde commaunded Moyses |
[30]καὶ ἔλαβεν μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ αὐτοῦ καὶ ἡγίασεν ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ αὐτοῦ |
[30]And Moyses toke of the annoynting oyle, and of the blood which was vpon the aulter, & sprinckled it vpon Aaron and vpon his garmentes, and vpon his sonnes and on his sonnes garmentes with him: and sanctified Aaron and his vestures, and his sonnes and his sonnes vestures with hym |
[31]καὶ εἶπεν μωυσῆς πρὸς ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως ὃν τρόπον συντέτακταί μοι λέγων ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά |
[31]And Moyses sayde vnto Aaron and his sonnes: Boyle the fleshe at the doore of the tabernacle of the congregation, and there eate it with the bread that is in the basket of consecration, and as I commaunded, saying, Aaron and his sonnes shall eate it |
[32]καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαυθήσεται |
[32]And that whiche remayneth of the fleshe and of the bread, shall ye burne with fyre |
[33]καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας ἕως ἡμέρα πληρωθῇ ἡμέρα τελειώσεως ὑμῶν ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν |
[33]And ye shall not depart from the doore of the tabernacle of the congregation seuen dayes, vntyll the dayes of your consecrations be at an ende: for seuen dayes shall he fill your hande |
[34]καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνετείλατο κύριος τοῦ ποιῆσαι ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν |
[34]As he did this day: euen so the Lorde hath commaunded to do, to make an attonement for you |
[35]καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα φυλάξεσθε τὰ φυλάγματα κυρίου ἵνα μὴ ἀποθάνητε οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός |
[35]Therefore shall ye abyde at the doore of the tabernacle of the congregation day and nyght seuen dayes long, and kepe the watch of the Lord, and ye shal not dye: for so I am commaunded |
[36]καὶ ἐποίησεν ααρων καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους οὓς συνέταξεν κύριος τῷ μωυσῇ |
[36]And so Aaron and his sonnes, dyd all thinges whiche the Lorde commaunded by the hande of Moyses |