|
[1]εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ δι᾽ οὖ ἔρχεται· |
[1]ειπεν δε προς τους μαθητας αυτου ανενδεκτον εστιν του τα σκανδαλα μη ελθειν πλην ουαι δι ου ερχεται |
[2]λυσιτελεῖ αὐτῶ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα. |
[2]λυσιτελει αυτω ει λιθος μυλικος περικειται περι τον τραχηλον αυτου και ερριπται εις την θαλασσαν η ινα σκανδαλιση των μικρων τουτων ενα |
[3]προσέχετε ἑαυτοῖς. ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῶ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῶ· |
[3]προσεχετε εαυτοις εαν αμαρτη ο αδελφος σου επιτιμησον αυτω και εαν μετανοηση αφες αυτω |
[4]καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων, μετανοῶ, ἀφήσεις αὐτῶ. |
[4]και εαν επτακις της ημερας αμαρτηση εις σε και επτακις επιστρεψη προς σε λεγων μετανοω αφησεις αυτω |
[5]καὶ εἶπαν οἱ ἀπόστολοι τῶ κυρίῳ, πρόσθες ἡμῖν πίστιν. |
[5]και ειπαν οι αποστολοι τω κυριω προσθες ημιν πιστιν |
[6]εἶπεν δὲ ὁ κύριος, εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ [ταύτῃ], ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν. |
[6]ειπεν δε ο κυριος ει εχετε πιστιν ως κοκκον σιναπεως ελεγετε αν τη συκαμινω [ταυτη] εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν |
[7]τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῶ, εὐθέως παρελθὼν ἀνάπεσε, |
[7]τις δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα ος εισελθοντι εκ του αγρου ερει αυτω ευθεως παρελθων αναπεσε |
[8]ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῶ, ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; |
[8]αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενος διακονει μοι εως φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ |
[9]μὴ ἔχει χάριν τῶ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα; |
[9]μη εχει χαριν τω δουλω οτι εποιησεν τα διαταχθεντα |
[10]οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. |
[10]ουτως και υμεις οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν ο ωφειλομεν ποιησαι πεποιηκαμεν |
[11]καὶ ἐγένετο ἐν τῶ πορεύεσθαι εἰς ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον σαμαρείας καὶ γαλιλαίας. |
[11]και εγενετο εν τω πορευεσθαι εις ιερουσαλημ και αυτος διηρχετο δια μεσον σαμαρειας και γαλιλαιας |
[12]καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν [αὐτῶ] δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, |
[12]και εισερχομενου αυτου εις τινα κωμην απηντησαν [αυτω] δεκα λεπροι ανδρες οι ανεστησαν εστησαν πορρωθεν |
[13]καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. |
[13]και αυτοι ηραν φωνην λεγοντες ιησου επιστατα ελεησον ημας |
[14]καὶ ἰδὼν εἶπεν αὐτοῖς, πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῶ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. |
[14]και ιδων ειπεν αυτοις πορευθεντες επιδειξατε εαυτους τοις ιερευσιν και εγενετο εν τω υπαγειν αυτους εκαθαρισθησαν |
[15]εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, |
[15]εις δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνης μεγαλης δοξαζων τον θεον |
[16]καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῶ· καὶ αὐτὸς ἦν σαμαρίτης. |
[16]και επεσεν επι προσωπον παρα τους ποδας αυτου ευχαριστων αυτω και αυτος ην σαμαριτης |
[17]ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; |
[17]αποκριθεις δε ο ιησους ειπεν ουχ ουχι οι δεκα εκαθαρισθησαν οι [δε] δε εννεα που |
[18]οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῶ θεῶ εἰ μὴ ὁ ἀλλογενὴς οὖτος; |
[18]ουχ ευρεθησαν υποστρεψαντες δουναι δοξαν τω θεω ει μη ο αλλογενης ουτος |
[19]καὶ εἶπεν αὐτῶ, ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε. |
[19]και ειπεν αυτω αναστας πορευου η πιστις σου σεσωκεν σε |
[20]ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, |
[20]επερωτηθεις δε υπο των φαρισαιων ποτε ερχεται η βασιλεια του θεου απεκριθη αυτοις και ειπεν ουκ ερχεται η βασιλεια του θεου μετα παρατηρησεως |
[21]οὐδὲ ἐροῦσιν, ἰδοὺ ὧδε· ἤ, ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν. |
[21]ουδε ερουσιν ιδου ωδε η εκει ιδου γαρ η βασιλεια του θεου εντος υμων εστιν |
[22]εἶπεν δὲ πρὸς τοὺς μαθητάς, ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. |
[22]ειπεν δε προς τους μαθητας ελευσονται ημεραι οτε επιθυμησετε μιαν των ημερων του υιου του ανθρωπου ιδειν και ουκ οψεσθε |
[23]καὶ ἐροῦσιν ὑμῖν, ἰδοὺ ἐκεῖ· [ἤ,] ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε. |
[23]και ερουσιν υμιν ιδου εκει η [η] ιδου ωδε μη [απελθητε μηδε] απελθητε μηδε διωξητε |
[24]ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου [ἐν τῇ ἡμέρᾳ αὐτοῦ]. |
[24]ωσπερ γαρ η αστραπη αστραπτουσα εκ της υπο τον ουρανον εις την υπ ουρανον λαμπει ουτως εσται ο υιος του ανθρωπου [εν τη ημερα αυτου] |
[25]πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. |
[25]πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο της γενεας ταυτης |
[26]καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· |
[26]και καθως εγενετο εν ταις ημεραις νωε ουτως εσται και εν ταις ημεραις του υιου του ανθρωπου |
[27]ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας. |
[27]ησθιον επινον εγαμουν εγαμιζοντο αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον και ηλθεν ο κατακλυσμος και απωλεσεν παντας |
[28]ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· |
[28]ομοιως καθως εγενετο εν ταις ημεραις λωτ ησθιον επινον ηγοραζον επωλουν εφυτευον ωκοδομουν |
[29]ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν λὼτ ἀπὸ σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας. |
[29]η δε ημερα εξηλθεν λωτ απο σοδομων εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν παντας |
[30]κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. |
[30]κατα τα αυτα εσται η ημερα ο υιος του ανθρωπου αποκαλυπτεται |
[31]ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῶ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. |
[31]εν εκεινη τη ημερα ος εσται επι του δωματος και τα σκευη αυτου εν τη οικια μη καταβατω αραι αυτα και ο εν αγρω ομοιως μη επιστρεψατω εις τα οπισω |
[32]μνημονεύετε τῆς γυναικὸς λώτ. |
[32]μνημονευετε της γυναικος λωτ |
[33]ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δ᾽ ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν. |
[33]ος εαν ζητηση την ψυχην αυτου περιποιησασθαι απολεσει αυτην ος δ αν απολεσει απολεση ζωογονησει αυτην |
[34]λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· |
[34]λεγω υμιν ταυτη τη νυκτι εσονται δυο επι κλινης [μιας] μιας ο εις παραλημφθησεται και ο ετερος αφεθησεται |
[35]ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται. |
[35]εσονται δυο αληθουσαι επι το αυτο η μια παραλημφθησεται η δε ετερα αφεθησεται 17:36 |
36[No verse] |
36[No verse] |
[37]καὶ ἀποκριθέντες λέγουσιν αὐτῶ, ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς, ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται. |
[37]και αποκριθεντες λεγουσιν αυτω που κυριε ο δε ειπεν αυτοις οπου το σωμα εκει και οι αετοι επισυναχθησονται |