«
Nestle-Aland Greek NT (1993)
N/A GNT
Westcott/Hort Greek NT (1881)
W/H GNT
[1]ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν, [1]ελεγεν δε παραβολην αυτοις προς το δειν παντοτε προσευχεσθαι αυτους και μη εγκακειν
[2]λέγων, κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. [2]λεγων κριτης τις ην εν τινι πολει τον θεον μη φοβουμενος και ανθρωπον μη εντρεπομενος
[3]χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα, ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. [3]χηρα δε ην εν τη πολει εκεινη και ηρχετο προς αυτον λεγουσα εκδικησον με απο του αντιδικου μου
[4]καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῶ, εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι, [4]και ουκ ηθελεν επι χρονον μετα ταυτα δε δε ταυτα ειπεν εν εαυτω ει και τον θεον ου φοβουμαι ουδε ανθρωπον εντρεπομαι
[5]διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. [5]δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην ινα μη εις τελος ερχομενη υπωπιαζη με
[6]εἶπεν δὲ ὁ κύριος, ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· [6]ειπεν δε ο κυριος ακουσατε τι ο κριτης της αδικιας λεγει
[7]ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῶ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ᾽ αὐτοῖς; [7]ο δε θεος ου μη ποιηση την εκδικησιν των εκλεκτων αυτου των βοωντων αυτω ημερας και νυκτος και μακροθυμει επ αυτοις
[8]λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; [8]λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει πλην ο υιος του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι της γης
[9]εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· [9]ειπεν δε και προς τινας τους πεποιθοτας εφ εαυτοις οτι εισιν δικαιοι και εξουθενουντας τους λοιπους την παραβολην ταυτην
[10]ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. [10]ανθρωποι δυο ανεβησαν εις το ιερον προσευξασθαι ο εις φαρισαιος και ο ετερος τελωνης
[11]ὁ φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὖτος ὁ τελώνης· [11]ο φαρισαιος σταθεις ταυτα προς εαυτον προς εαυτον ταυτα προσηυχετο ο θεος ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων αρπαγες αδικοι μοιχοι η και ως ουτος ο τελωνης
[12]νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. [12]νηστευω δις του σαββατου αποδεκατευω αποδεκατω παντα οσα κτωμαι
[13]ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ᾽ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων, ὁ θεός, ἱλάσθητί μοι τῶ ἁμαρτωλῶ. [13]ο δε τελωνης μακροθεν εστως ουκ ηθελεν ουδε τους οφθαλμους επαραι εις τον ουρανον αλλ ετυπτεν το στηθος εαυτου αυτου λεγων ο θεος ιλασθητι μοι τω αμαρτωλω
[14]λέγω ὑμῖν, κατέβη οὖτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾽ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. [14]λεγω υμιν κατεβη ουτος δεδικαιωμενος εις τον οικον αυτου παρ εκεινον οτι πας ο υψων εαυτον ταπεινωθησεται ο δε ταπεινων εαυτον υψωθησεται
[15]προσέφερον δὲ αὐτῶ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς. [15]προσεφερον δε αυτω και τα βρεφη ινα αυτων απτηται ιδοντες δε οι μαθηται επετιμων αυτοις
[16]ὁ δὲ ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων, ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. [16]ο δε ιησους προσεκαλεσατο [αυτα] αυτα λεγων αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου
[17]ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. [17]αμην λεγω υμιν ος αν μη δεξηται την βασιλειαν του θεου ως παιδιον ου μη εισελθη εις αυτην
[18]καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; [18]και επηρωτησεν τις αυτον αρχων λεγων διδασκαλε αγαθε τι ποιησας ζωην αιωνιον κληρονομησω
[19]εἶπεν δὲ αὐτῶ ὁ ἰησοῦς, τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. [19]ειπεν δε αυτω ο ιησους τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις [ο] ο θεος
[20]τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. [20]τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης τιμα τον πατερα σου και την μητερα
[21]ὁ δὲ εἶπεν, ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος. [21]ο δε ειπεν ταυτα παντα εφυλαξα εκ νεοτητος
[22]ἀκούσας δὲ ὁ ἰησοῦς εἶπεν αὐτῶ, ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [τοῖς] οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. [22]ακουσας δε ο ιησους ειπεν αυτω ετι εν σοι λειπει παντα οσα εχεις πωλησον και διαδος πτωχοις και εξεις θησαυρον εν [τοις] ουρανοις και δευρο ακολουθει μοι
[23]ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. [23]ο δε ακουσας ταυτα περιλυπος εγενηθη ην γαρ πλουσιος σφοδρα
[24]ἰδὼν δὲ αὐτὸν ὁ ἰησοῦς [περίλυπον γενόμενον] εἶπεν, πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· [24]ιδων δε αυτον [ο] ιησους ο ιησους [περιλυπον γενομενον] ειπεν πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισπορευονται
[25]εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. [25]ευκοπωτερον γαρ εστιν καμηλον δια τρηματος βελονης εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν
[26]εἶπαν δὲ οἱ ἀκούσαντες, καὶ τίς δύναται σωθῆναι; [26]ειπαν δε οι ακουσαντες και τις δυναται σωθηναι
[27]ὁ δὲ εἶπεν, τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῶ θεῶ ἐστιν. [27]ο δε ειπεν τα αδυνατα παρα ανθρωποις δυνατα παρα τω θεω εστιν
[28]εἶπεν δὲ ὁ πέτρος, ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι. [28]ειπεν δε ο πετρος ιδου ημεις αφεντες τα ιδια ηκολουθησαμεν σοι
[29]ὁ δὲ εἶπεν αὐτοῖς, ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, [29]ο δε ειπεν αυτοις αμην λεγω υμιν οτι ουδεις εστιν ος αφηκεν οικιαν η γυναικα η αδελφους η γονεις η τεκνα ενεκεν της βασιλειας του θεου
[30]ὃς οὐχὶ μὴ [ἀπο]λάβῃ πολλαπλασίονα ἐν τῶ καιρῶ τούτῳ καὶ ἐν τῶ αἰῶνι τῶ ἐρχομένῳ ζωὴν αἰώνιον. [30]ος ουχι μη λαβη <απολαβη> πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον
[31]παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς, ἰδοὺ ἀναβαίνομεν εἰς ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῶ υἱῶ τοῦ ἀνθρώπου· [31]παραλαβων δε τους δωδεκα ειπεν προς αυτους ιδου αναβαινομεν εις ιερουσαλημ και τελεσθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου
[32]παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, [32]παραδοθησεται γαρ τοις εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται
[33]καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. [33]και μαστιγωσαντες αποκτενουσιν αυτον και τη ημερα τη τριτη αναστησεται
[34]καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. [34]και αυτοι ουδεν τουτων συνηκαν και ην το ρημα τουτο κεκρυμμενον απ αυτων και ουκ εγινωσκον τα λεγομενα
[35]ἐγένετο δὲ ἐν τῶ ἐγγίζειν αὐτὸν εἰς ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. [35]εγενετο δε εν τω εγγιζειν αυτον εις ιεριχω τυφλος τις εκαθητο παρα την οδον επαιτων
[36]ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο· [36]ακουσας δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο
[37]ἀπήγγειλαν δὲ αὐτῶ ὅτι ἰησοῦς ὁ ναζωραῖος παρέρχεται. [37]απηγγειλαν δε αυτω οτι ιησους ο ναζωραιος παρερχεται
[38]καὶ ἐβόησεν λέγων, ἰησοῦ, υἱὲ δαυίδ, ἐλέησόν με. [38]και εβοησεν λεγων ιησου υιε δαυιδ ελεησον με
[39]καὶ οἱ προάγοντες ἐπετίμων αὐτῶ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῶ μᾶλλον ἔκραζεν, υἱὲ δαυίδ, ἐλέησόν με. [39]και οι προαγοντες επετιμων αυτω ινα σιγηση αυτος δε πολλω μαλλον εκραζεν υιε δαυιδ ελεησον με
[40]σταθεὶς δὲ ὁ ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, [40]σταθεις δε ο ιησους εκελευσεν αυτον αχθηναι προς αυτον εγγισαντος δε αυτου επηρωτησεν αυτον
[41]τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν, κύριε, ἵνα ἀναβλέψω. [41]τι σοι θελεις ποιησω ο δε ειπεν κυριε ινα αναβλεψω
[42]καὶ ὁ ἰησοῦς εἶπεν αὐτῶ, ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. [42]και ο ιησους ειπεν αυτω αναβλεψον η πιστις σου σεσωκεν σε
[43]καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῶ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῶ θεῶ. [43]και παραχρημα ανεβλεψεν και ηκολουθει αυτω δοξαζων τον θεον και πας ο λαος ιδων εδωκεν αινον τω θεω
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Author: Brooke Foss Westcott (1825–1901), Fenton John Anthony Hort (1828–1892)
Source: www.unboundbible.org

See information...
Top