«
Nestle-Aland Greek NT (1993)
N/A GNT
Wycliffe's English Translation (1388)
Wyc
[1]ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. [1]And the halidai of therf looues, that is seid pask, neiyede.
[2]καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν. [2]And the princis of preestis and the scribis souyten, hou thei schulden sle Jhesu, but thei dredden the puple.
[3]εἰσῆλθεν δὲ σατανᾶς εἰς ἰούδαν τὸν καλούμενον ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· [3]And Sathanas entride in to Judas, that was clepid Scarioth, oon of the twelue.
[4]καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῶ αὐτόν. [4]And he wente, and spak with the princis of preestis, and with the magistratis, hou he schulde bitray hym to hem.
[5]καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῶ ἀργύριον δοῦναι. [5]And thei ioyeden, and maden couenaunt to yyue hym money.
[6]καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς. [6]And he bihiyte, and he souyte oportunyte, to bitraye hym, with outen puple.
[7]ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [ἐν] ᾗ ἔδει θύεσθαι τὸ πάσχα. [7]But the daies of therf looues camen, in whiche it was neede, that the sacrifice of pask were slayn.
[8]καὶ ἀπέστειλεν πέτρον καὶ ἰωάννην εἰπών, πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. [8]And he sente Petre and Joon, and seide, Go ye, and make ye redi to vs the pask, that we ete.
[9]οἱ δὲ εἶπαν αὐτῶ, ποῦ θέλεις ἑτοιμάσωμεν; [9]And thei seiden, Where wolt thou, that we make redi?
[10]ὁ δὲ εἶπεν αὐτοῖς, ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῶ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. [10]And he seide to hem, Lo! whanne ye schulen entre in to the citee, a man berynge a vessel of watir schal meete you; sue ye hym in to the hous, in to which he entrith.
[11]καὶ ἐρεῖτε τῶ οἰκοδεσπότῃ τῆς οἰκίας, λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; [11]And ye schulen seie to the hosebonde man of the hous, The maister seith to thee, Where is a chaumbre, where Y schal ete the pask with my disciplis?
[12]κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. [12]And he schal schewe to you a greet soupyng place strewid, and there make ye redi.
[13]ἀπελθόντες δὲ εὖρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. [13]And thei yeden, and founden as he seide to hem, and thei maden redi the pask.
[14]καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῶ. [14]And whanne the our was come, he sat to the mete, and the twelue apostlis with hym.
[15]καὶ εἶπεν πρὸς αὐτούς, ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν· [15]And he seide to hem, With desier Y haue desirid to ete with you this pask, bifor that Y suffre;
[16]λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. [16]for Y seie to you, that fro this tyme Y schal not ete it, til it be fulfillid in the rewme of God.
[17]καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· [17]And whanne he hadde take the cuppe, he dide gracis, and seide, Take ye, and departe ye among you;
[18]λέγω γὰρ ὑμῖν [ὅτι] οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὖ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. [18]for Y seie to you, that Y schal not drynke of the kynde of this vyne, til the rewme of God come.
[19]καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. [19]And whanne he hadde take breed, he dide thankyngis, and brak, and yaf to hem, and seide, This is my bodi, that schal be youun for you; do ye this thing in mynde of me.
[20]καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῶ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. [20]He took also the cuppe, aftir that he hadde soupid, and seide, This cuppe is the newe testament in my blood, that schal be sched for you.
[21]πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης· [21]Netheles lo! the hoond of hym that bitraieth me, is with me at the table.
[22]ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ παραδίδοται. [22]And mannus sone goith, `aftir that it is determyned; netheles wo to that man, bi whom he schal be bitraied.
[23]καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. [23]And thei bigunnen to seke among hem, who it was of hem, that was to do this thing.
[24]ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. [24]And strijf was maad among hem, which of hem schulde be seyn to be grettest.
[25]ὁ δὲ εἶπεν αὐτοῖς, οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. [25]But he seide to hem, Kyngis of hethen men ben lordis of hem, and thei that han power on hem ben clepid good doeris, but ye not so;
[26]ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. [26]but he that is grettest among you, be maad as yongere, and he that is bifor goere, as a seruaunt.
[27]τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. [27]For who is gretter, he that sittith at the mete, or he that mynystrith? whether not he that sittith at the mete? And Y am in the myddil of you, as he that mynystrith.
[28]ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· [28]And ye ben, that han dwellid with me in my temptaciouns; and Y dispose to you,
[29]κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν [29]as my fadir hath disposid to me,
[30]ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ ἰσραήλ. [30]a rewme, that ye ete and drynke on my boord in my rewme, and sitte on trones, and deme the twelue kynredis of Israel.
[31]σίμων σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· [31]And the Lord seide to Symount, Symount, lo, Satanas hath axid you, that he schulde ridile as whete; but Y haue preyede for thee,
[32]ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. [32]that thi feith faile not; and thou sum tyme conuertid, conferme thi britheren.
[33]ὁ δὲ εἶπεν αὐτῶ, κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. [33]Which seide to hym, Lord, Y am redi to go in to prisoun and in to deeth with thee.
[34]ὁ δὲ εἶπεν, λέγω σοι, πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι. [34]And he seide, Y seie to thee, Petir, the cok schal not crowe to dai, til thou thries forsake that thou knowist me.
[35]καὶ εἶπεν αὐτοῖς, ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν, οὐθενός. [35]And he seide to hem, Whanne Y sente you with outen sachel, and scrippe, and schone, whether ony thing failide to you?
[36]εἶπεν δὲ αὐτοῖς, ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν. [36]And thei seiden, No thing. Therfor he seide to hem, But now he that hath a sachel, take also and a scrippe; and he that hath noon, selle his coote, and bigge a swerd.
[37]λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει. [37]For Y seie to you, that yit it bihoueth that thing that is writun to be fulfillid in me, And he is arettid with wickid men; for tho thingis that ben of me han ende.
[38]οἱ δὲ εἶπαν, κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς, ἱκανόν ἐστιν. [38]And thei seiden, Lord, lo! twei swerdis here. And he seide to hem, It is ynowy.
[39]καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῶ καὶ οἱ μαθηταί. [39]And he yede out, and wente aftir the custom in to the hille of Olyues; and the disciplis sueden hym.
[40]γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. [40]And whanne he cam to the place, he seide to hem, Preye ye, lest ye entren in to temptacioun.
[41]καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο [41]And he was taken awei fro hem, so myche as is a stonys cast; and he knelide,
[42]λέγων, πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. [[ [42]and preyede, and seide, Fadir, if thou wolt, do awei this cuppe fro me; netheles not my wille be don, but thin.
[43]ὤφθη δὲ αὐτῶ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν. [43]And an aungel apperide to hym fro heuene, and coumfortide hym. And he was maad in agonye, and preyede the lenger;
[44]καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντος ἐπὶ τὴν γῆν.]] [44]and his swot was maad as dropis of blood rennynge doun in to the erthe.
[45]καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὖρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, [45]And whanne he was rysun fro preier, and was comun to hise disciplis, he foond hem slepynge for heuynesse.
[46]καὶ εἶπεν αὐτοῖς, τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. [46]And he seide to hem, What slepen ye? Rise ye, and preye ye, that ye entre not in to temptacioun.
[47]ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῶ ἰησοῦ φιλῆσαι αὐτόν. [47]Yit while he spak, lo! a company, and he that was clepid Judas, oon of the twelue, wente bifor hem; and he cam to Jhesu, to kisse hym.
[48]ἰησοῦς δὲ εἶπεν αὐτῶ, ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; [48]And Jhesus seide to hym, Judas, `with a coss `thou bytrayest `mannys sone.
[49]ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν, κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; [49]And thei that weren aboute hym, and sayn that that was to come, seiden to hym, Lord, whether we smyten with swerd?
[50]καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὗς αὐτοῦ τὸ δεξιόν. [50]And oon of hem smoot the seruaunt of the prince of preestis, and kittide of his riyt eere.
[51]ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν. [51]But Jhesus answerde, and seide, Suffre ye til hidir. And whanne he hadde touchid his eere, he heelide hym.
[52]εἶπεν δὲ ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; [52]And Jhesus seide to hem, that camen to hym, the princis of preestis, and maiestratis of the temple, and eldre men, As to a theef ye han gon out with swerdis and staues?
[53]καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῶ ἱερῶ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ· ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. [53]Whanne Y was ech dai with you in the temple, ye streiyten not out hondis in to me; but this is youre our, and the power of derknessis.
[54]συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ πέτρος ἠκολούθει μακρόθεν. [54]And thei token him, and ledden to the hous of the prince of prestis; and Petir suede hym afer.
[55]περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ πέτρος μέσος αὐτῶν. [55]And whanne a fier was kyndelid in the myddil of the greet hous, and thei saten aboute, Petir was in the myddil of hem.
[56]ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῶ εἶπεν, καὶ οὖτος σὺν αὐτῶ ἦν· [56]Whom whanne a damysel hadde seyn sittynge `at the liyt, and hadde biholdun hym, sche seide, And this was with hym.
[57]ὁ δὲ ἠρνήσατο λέγων, οὐκ οἶδα αὐτόν, γύναι. [57]And he denyede hym, and seide, Womman, Y knowe hym not.
[58]καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ πέτρος ἔφη, ἄνθρωπε, οὐκ εἰμί. [58]And aftir a litil another man siy hym, and seide, And thou art of hem. But Petir seide, A! man, Y am not.
[59]καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων, ἐπ᾽ ἀληθείας καὶ οὖτος μετ᾽ αὐτοῦ ἦν, καὶ γὰρ γαλιλαῖός ἐστιν· [59]And whanne a space was maad as of on our, another affermyd, and seide, Treuli this was with hym; for also he is of Galilee.
[60]εἶπεν δὲ ὁ πέτρος, ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. [60]And Petir seide, Man, Y noot what thou seist. And anoon yit while he spak, the cok crewe.
[61]καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῶ πέτρῳ, καὶ ὑπεμνήσθη ὁ πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῶ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς· [61]And the Lord turnede ayen, and bihelde Petre; and Petre hadde mynde on the word of Jhesu, as he hadde seid, For bifor that the cok crowe, thries thou schalt denye me.
[62]καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. [62]And Petre yede out, and wepte bittirli.
[63]καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῶ δέροντες, [63]And the men that helden hym scorneden hym, and smyten hym.
[64]καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες, προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; [64]And thei blynfelden hym, and smyten his face, and axiden hym, and seiden, Arede, thou Crist, to vs, who is he that smoot thee?
[65]καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. [65]Also thei blasfemynge seiden ayens hym many other thingis.
[66]καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, [66]And as the day was come, the eldre men of the puple, and the princis of prestis, and the scribis camen togidir, and ledden hym in to her councel,
[67]λέγοντες, εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· [67]and seiden, If thou art Crist, seie to vs.
[68]ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε. [68]And he seide to hem, If Y seie to you, ye schulen not bileue to me; and if Y axe, ye schulen not answere to me, nethir ye schulen delyuere me.
[69]ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. [69]But aftir this tyme mannys sone schal be sittynge on the riyt half of the vertu of God.
[70]εἶπαν δὲ πάντες, σὺ οὗν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη, ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. [70]Therfor alle seiden, Thanne art thou the sone of God? And he seide, Ye seien that Y am.
[71]οἱ δὲ εἶπαν, τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. [71]And thei seiden, What yit desiren we witnessyng? for we vs silf han herd of his mouth.
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Author: John Wycliffe (1328 – 1384)
Top